Ancient Greek · ~1 min
2 to 3
Philostorgius, Historia ecclesiastica (fragmenta ap. Photium) 2-4-3
Not analysed yet
2. Τὸ μέντοι γε βάρος τῆς ἀρχῆς ὑπολογιζόμενος ὀ Κωνστάντιος Phot. καὶ ὡς οὐχ οἷός τε εἴη μόνος φέρειν, Ἰουλιανὸν τὸν ἀδελφὸν Γάλλου τῆς Ἰωνίας μεταπεμψάμενος χειροτονεῖ Καίσαρα, Ἑλένην αὐτῷ τὴν ἰδίαν ἀδελφὴν εἰς γυναῖκα κατεγγυησάμενος, καὶ τὸν μὲν τὰς Γαλλίας φυλάττειν ἐκπέμπει· καὶ γὰρ λίαν ἐτετάρακτο τὰ τῇδε. 3. Αὐτὸς δὲ ἐν Σερμίῳ παραγενόμενος διῆγεν.