Ancient Greek
ΕΚ ΤΗΣ ΤΡΙΤΗΣ ΙΣΤΟΡΙΑΣ
Philostorgius, Historia ecclesiastica (fragmenta ap. Photium) 27
Not analysed yet
27. Ὅτι φησὶ τοὺς περὶ Βασίλειον καὶ Εὐστάθιον, δι’ ἔχθρας γεγονότας τῷ Ἀετίῳ, διαβολὰς ἀτόπους συρράψαι καὶ τὸν Γάλλον ἐπὶ ταύταις παροφῦναι· ὥστε ἐκεῖνον, ὡς ἐπισκόποις πιστεύσαντα καὶ αὐτὸς καταστήσας οὐ γὰρ ἐκείνῳ γε ἐφεῖτο, Καίσαρί γε ὄντι), Θαλάσσιον μὲν ἀποστείλας ἔπαρχον πραιτωρίων, Μόντιον δὲ ἐπὶ τῶν βασιλικῶν πραγμάτων οὓς κοιαίστωρας αὐτοῖς ὀνομάζειν φίλον, ἅμα καὶ πατρίκιον αὐτὸν ποιησόμενος. πρὸς ὀργὴν ἐκταραχθέντα, κελεῦσαι τὸν Ἀέτιον ἀναζητηθῆναι καὶ . ἀμφοῖν τοῖν σκελοῖν κατεαγῆναι. Λεοντίου δὲ τοῦ ἐπισκόπου Ἀντιοχείας τἀναντία τούτοις τὸν Καίσαρα διδαζαμένου, ἥ τε καταδικάζουσα ψῆφος ἀνεβλήθη καὶ εἰς θέαν ὁ Γάλλος μετ᾿ οὐ πολὺ τοῦ Ἀετίου κατέστη καὶ φίλος ἐκρίθη. καὶ πολλάκις πρὸς Ἰουλιανὸν ἀπεστάλη, καὶ μάλιστα ἠνίκα διεπυνθάνετο πρὸς τὸν Ἑλληνισμὸν ὁ ἐδελφὸς ἐκεῖνον ἀποκλίνειν· ἐστέλλετο δὲ τῆς ἀσεβείας κατὰ τὸ δυνατὸν αὐτὸν ἀνασώσασθαι. οὐ μὴν ἀλλὰ καὶ τῶν θείων μαθημάτων ὀ Γάλλος διδάσκαλον τὸν Ἀέτιον ἐποιεῖτο.