Ancient Greek
EK ΤΗΣ ΔΕΥΤΕΡΑΣ ΙΣΤΟΡΙΑΣ
Philostorgius, Historia ecclesiastica (fragmenta ap. Photium) 3
Not analysed yet
3. Ὂτι τὸν Ἄρειον ἐν τῷ θεομαχεῖν κατὰ τοῦ υἱοῦ ὑπερθειάζων, ἀτόποις ἐνέχεσθαί φησι διότι ἄγνωστόν τε τὸν θεὸν καὶ ἀκατάληπτον πανταχοῦ καὶ ἀνεννόητον εἰσηγεῖται· καὶ οὐκ ἀνθρώποις μόνοις, εὂ κακὸν μετριώτερον ἴσως, ἀλλὰ καὶ αὐτῷ τῷ μονογενεῖ υἱῷ τοῦ θεοῦ. καὶ πρὸς ταύτην φησὶ τὴν ἀτοπίαν κατ’ ἐκεῖνο καιροῦ μὴ Ἄρειον μόνον, ἀλλὰ καὶ τοὺς πλείους αὐτῶν συναπενεχθῆναι. πλὴν γὰρ Σεκούνδου καὶ Θεωνᾶ, καὶ τῶν Λουκιανοῦ τοῦ μάρτυρος μαθητῶν, Λεοντίου τε καὶ Ἀντωνίου καὶ τοῦ Νικομηδείας Εὐσεβίου, τὸ ἄλλο τῆς ἀσεβείας σύνταγμα πρὸς ταύτην ἀπορρυῆναι τὴν δόξαν.