Ancient Greek
ΕΚ ΤΟΣ ΟΓΔΟΗΣ ΙΣΤΟΠΙΑΣ
Philostorgius, Historia ecclesiastica (fragmenta ap. Photium) 3-6
Not analysed yet
3. Ὅτι θεοδόσιόν τινα τῶν ἐπισκόπων θερμὸν ἐραστὴν τὴς αὐτοῦ αἱρέσεως εἰσάγει, καὶ πρὸς τὰς διὰ τῶν γυναικῶν ἡδονὰς ἀποκλῖναι, καὶ ἄλλα τε δυσσεβῆ τῇ ἀρχαίᾳ δόξῃ συνάψαι καὶ δὴ καὶ ὡς ὁ Χριστὸς τρεπτὸς μὲν τῇ γε φύσει τῇ οἰκείᾳ, ἐπιμελείᾳ δὲ τῶν ἀρετῶν ἀνυπερβλήτῳ εἰς τὸ ἄτρεπτον ἀνυψωθῆναι· καὶ ὅτι μηδὲ φθέγγοιτο μηδ᾿ ἀκούοι τὸ θεῖον, ἐπεὶ χεῖρες ἂν αὐτῷ καὶ ἀκοαὶ συμπλασθήσονται· καὶ ἄλλα δὲ τοιουτότροπά φησιν αὐτὸν δυσσεβῆσαι.