Ancient Greek
4 to 5
Philostorgius, Historia ecclesiastica (fragmenta ap. Photium) 4-7-5
Not analysed yet
4. Ὅτι Εὐτρόπιος, φησί, μετὰ Ῥουφῖνον ἐκ δούλων εὐνοῦχος εἰς τὰ βασίλεια παραδὼς καὶ τὴν τοῦ πραιποσίτου τιμὴν ἀναβάς, τοῖς παροῦσιν οὐκ ἠγάπησεν. ἀλλ’ ἐπειδήπερ αὐτὸν ἡ ἐκτομὴ τῆς ἀλουργίδος ἀπεστέρει, πείθει βασιλέα πατρίκιόν τε αὐτὸν καὶ ὥπατον ἀναγράφειν. καὶ ἦν λοιπὸν πατὴρ ὁ εὐνοῦχος βασιλέως, ὁ μηδὲ τὸν τυχόντα παῖδα φῦναι δυνάμενος. 5. Ὅτι, φησίν, Εὐτρόπιος προστάττει Καισαρίῳ τὴν Ῥουφίνου διαδεξαμένῳ ἀρχὴν Εὐνόμιον ἐκ τῶν Δακοροηνῶν ἐπὶ Τύανα μεταστῆσαι, ὑπὸ τῶν ἐκεῖ μοναστῶν τηρησόμενον. βασκαίνων γὰρ αὐτῷ τοῦ κλέους, οὐδὲ τὸν νεκρὸν αὐτοῦ ταφῆς τυχεῖν τῆς μετὰ τοῦ διδασκάλου συνεχώρει, καίτοι πολλὰ πολλῶν δεηθέντων· ἀλλὰ καὶ τὰς βίβλους αὐτοῦ δημοσίοις γράμμασιν ἀφανίζεσθαι διεετάξατο.