Ancient Greek
ΕΚ ΤΗΣ ΤΡΙΤΗΣ ΙΣΤΟΡΙΑΣ
Philostorgius, Historia ecclesiastica (fragmenta ap. Photium) 6a-2
Not analysed yet
6a. [zu Z. 1 —3] Suidas s. v. Θεόφιλος 1150, 9: Θεόφιλος· οὑτος ἀπὸ Ἰνδῶν ἐπανελθὼν ἐν Ἀντιοχείᾳ διῆγεν, ἐκκλησίαν μὲν ἀφωρισμένως οὐδεμίαν ἔχων αὐτός, κοινὸς δέ τις ὤν, καὶ πάσαις αὐτῷ μετ’ ἀδείας ἐπιφοιτᾶν ὡς ἰδίαις ἐξόν, βασιλέως τε αὐτὸν ἐς τὰ μάλιστα διὰ τιμῆς τε πάσης καὶ αἰδοῦς ἄγοντος καὶ τῶν ἄλλων ἁπάντων, ὁπόσοις ἐπισταίη, μετὰ πάσης προθυμίας αὐτὸν ὑποδεχομένων καὶ τὸ τῆς ἀρετῆς αὐτοῦ μέγεθος καταπληττομένων. ἦν γὰρ ὁ ἀνὴρ κρείσσων ἢ ὡς ἄν τις δηλώσειε λόγῳ, ὡς ἄν τις τῶν ἀποστόλων εἰκών. λέγεταί γέ τοί ποτε καὶ νεκρὸν ἀναστῆσαι ἐν Ἀντιοχείᾳ Ἰουδαίας τινός. Θαλάσσιος δὲ τοῦτό φησι τῶν ἐπ᾿ οὐκ ὀλίγον τἀνδρὶ συγγενομένων χρόνον, καὶ ἥκιστα δὴ εἰς τὰ τοιαῦτα ψεύδεσθαι ὕποπτος ὤν, ἄλλως τε καὶ ἔχων οὐκ ὀλίγους τῶν κατ᾿ αὐτὸν αὐτῷ γενομένων χρόνον τοὺς ἐπιμαρτυροῦντας.