Ancient Greek
ΕΚ ΤΗΣ ΔΕΚΑΤΗΣ ΙΣΤΟΡΙΑΣ
Philostorgius, Historia ecclesiastica (fragmenta ap. Photium) 8-6
Not analysed yet
8. Ὅτι Θεοδόσιος ε κατὰ Θεσσαλονίκην τῷ Οὐαλεντινιανῷ στρατεύει κατὰ Μαξίμου τοῦ τυράννου. καὶ καὶ ὁ τύραννος, τὴν Γρατιανοῦ κατέχων ἀρχήν. διενοεῖτο προσλαβεῖν καὶ τὴν Οὐαλεν- τινιανοῦ. εκπέμπουσι δὲ οἱ κατ’ αὐτοῦ Τιμάσιον καὶ Ῥοχόμηριν καὶ Πρόμοτον καὶ Ἀρβαγάστην τοὺς στρατηγούς. οἱ δὲ παραστάντες αὐτὸν ἐξαπιναίως τοῦ τε θρόνου κατασπῶσι καὶ τῶν τῆς βασιλείας ἐπισήμων ἀποδύουσι καὶ τοῖς βασιλεῦσι κατὰ ἰδιώτην προσάγουσι· κἀνταῦθα μάξιμος τῆς κεφαλῆς ἀποτέμνεται, τυραννήσας πέντε τὰ σύμπαντα ἔπη.