Ancient Greek
EK ΤΗΣ ΕΒΔΟΜΗΣ ΙΣΤΟΡΙΑΣ
Philostorgius, Historia ecclesiastica (fragmenta ap. Photium) 8a.1
Not analysed yet
8a. Artemii Passio 49 Ende: Αὐτὸς δὲ (näml. ὁ τὴν Δάφνην ὥρμησε, τὸ τῆς Ἀντιοχείας κάλλιστον ἐνδιαίτημα. Ebd. 51: Ὁ δὲ Ἰουλιανὸς ἐπὶ τὴν Δάφνην ὥρμησε τὸ προάστειον, ὡς προέφημεν, θυσίας ἑτοιμαζόμενος τῷ Ἀπόλλωνι καὶ χρησμοὺς παρ’ αὐτοῦ δέξασθαι προσδοκῶν. ἡ δὲ Δάφνη προάστειόν μαρτυρικὸν ἐκεῖνο σῶμα παρῴνησεν, ὅσα τε εἰπεῖν ἐξεβιάσθη τὰ δαιμόνια, καὶ ὅπως κεραυνῷ τὸ τοῦ Ἀπόλλωνος αὐτῷ καθιδρύματι ἀπετεφρώθη τέμενος, καὶ ὅσα ἄλλα κατὰ ἀνθρώπους τε καὶ ὑπὲρ ἐστι τῆς Ἀντιοχείας, ἐπὶ τῶν ὑψηλοτέρων αὐτῆς χωρίων, ἄλσεσι παντοίοις συνηρεφές· πολυπρεμνότατον γὰρ καὶ πολυκαρπότατόν ἐστι τὸ χωρίον, ἔνθα τῶν τε ἄλλων παντοίων δένδρων καὶ δὴ καὶ κυπαρίττων ἐξαίσιον πεφύτευται χρῆμα πρός τε κάλλος καὶ ὕψος καὶ μέγεθος οὐ συμβλητόν, νάματά τε πανταχῆ διαθέει ποτίμων ὑδάτων, μεγίστων αὐτόθι πηγῶν ἀναδιδομένων, ἀφ᾿ ὡν καὶ ἡ πόλις ὀλίγαις δὴ πόλεων εὐυδροτάτη τυγχάνειν δοκεῖ. καὶ μὴν καὶ οἰκοδομαῖς λαμπραῖς καταλύσεων καὶ λουτρῶν καὶ τῶν ἄλλων κατασκευῶν εἴς τε χρείαν καὶ κόσμον εὖ μάλα πολυτελῶς ἐξήσκηται τὸ χωρίον. ἐνταῦθα καὶ ἄλλων μὲν δαιμόνων ναοί τε καὶ ἀγάλματα ἠν, διαφερόντως γε μὴν τὸ τοῦ Ἀπόλλωνος ἐξ ἀρχαίων τῶν χρόνων ἐνυπῆρχε θεραπευόμενον. αὐτόθι γὰρ καὶ τὸ περὶ τὴν Δάφνην τὴν παρθένον συμβῆναι πάθος ὁ Ἑλληνικός ἔπλασε μῦθος ἦς δὴ καὶ μάλιστα φέρειν ἔτι δοκεῖ τὴν ἐπωνυμίαν ὁ τόπος. §52] Τὸ δὲ ἄγαλμα τοῦ Ἀπόλλωνος τοιόνδε τὴν ἦν· ἐξ ἀμπέλου μὲν αὐτῷ συνεπεπήγει τὸ σῶμα πανθαυμάστῃ δὴ τέχνῃ πρὸς μιᾶς συμφυίας ἰδέαν συναρμοσθέν, χρυσῷ δὲ πᾶς ὁ περικείμενος πέπλος ἀμφιεννύμενος τοῖς παραγεγυμνωμένοις καὶ ἀχρύσοις τοῦ σώματος εἰς ἄφραστόν τι συνεφθέγγετο κάλλος· ἑστῶτί τε μετὰ χεῖρας ἦν ἡ κιθάρα μουσηγετοῦντά τινα ἐκμιμουμένῳ, αἱ τε κόμαι κοὶ τῆς δάφνης ὁ στέφανος τὸν χρυσὸν ἀναμὶξ ἐπήνθουν, ὡς ἤμελλε χάρις ἐξαστράψειν πολλὴ τοῖς θεησομένοις· ὑάκινθοί τε αὐτῷ δύο ἀνθρώπους παρεδοξοποιήθη οὐκ ἐπὶ μέγα παραλλάττοντα τοῖς ἄλλοις οὖτος ἱστορεῖ. λέγει δὲ μαρτυρῆσαι τὸν ἱερὸν Βαβύλαν σὺν τρισὶ λίθοι μεγάλοι τὸν τῶν ὀφθαλμῶν ἐξεπλήρουν τύπον κατὰ μνήμην τοῦ Ἀμυκλαίου παιδὸς Ὑακίνθου. καὶ ἀεὶ τὸ τῶν λίθων κάλλος καὶ μέγεθος τὸν μέγιστον προσετέλει τῷ ἀγάλματι κόσμον, ἐνταγέντων περιττῶς πρὸς ἀξιοπρέπειαν αὐτοῦ τῶν ἐργασαμένων, έν ὅτι πλείστοις ἀπατᾶσθαι περὶ αὐτοῦ συμβαίνῃ, τῷ περικαλλεῖ τῆς προφαινομένης μορφῆς εἰς τὸ προσκυνεῖν αὐτῶ̣ δελεαζομένοις. ὅπερ οὐν καὶ αύτὸς ὁ Ἰουλιανὸς πεπονθὼς ἠν· πλείονα γοῦν ἢ σύμπασι τοῖς ἄλλοις ἀγάλ- μασι προσῆγε τὴν θεραπείαν, χιλιόμβας ὅλας ἐξ ἑκάστου γένους αὐτῷ θυόμενος. [§53] ἐπεὶ δὲ αὐτῷ πάντα ποιοῦντι καὶ πραγματευομένῳ ὅπως χρῴη τὸ ἄγαλμα πλέον ἠν οὐδέν, ἀλλὰ τοῦτό τε καὶ τὰ λοιπὰ αὐτόθι σύμπαντα ἀγάλματα βαθεῖα σιωπὴ κατεῖχεν, ἐνταῦθα νομίσας τὰ ἀπο τῆς γοητείας ἐνδεῖν ἣν ἱερουργίαν καλοῦσιν Ἕλληνες, Εὐσέβιόν τινα μέγιστον ἐπὶ τῷ ταῦτα δύνασθαι κεκτημένον ἐν ἕλλησι κλέος μεταπεμψάμενος, τούτῳ προσέταττεν ἐπίπνουν ὅτι μάλιστα τὸ ἄγαλμα καὶ ἐνεργὸν ἀποφαίνειν, μηδενὸς ὡν εἰς τοῦτο προσδεῖν αὐτῷ νομίζοι φεισάμενον. τῷ δὲ ἐπειδὴ πάσας ἑαυτοῦ κεκινηκότι τὰς μηχανὰς καὶ μηδὲν ὅ τι πλέον ἂν ἐπινοήσειεν ὑπολειπομένῳ τὸν ὅμοιον ἐσεσιωπήκει καὶ κατὰ φύσιν τρόπον, οὐδέν τι μᾶλλον ἢ καὶ πρόσθεν φθεγγόμενον, ἐνταῦθα ἤδη πρὸς τοῦ Ἰουλιανοῦ ἐρωτώμενος [καὶ] καθότι καθότι μάλιστα σιωπῴη, καὶ ταῦτα πάντων τελεσθέντων ἐπ' αὐτῷ τῶν νομιζομένων παρ' αὐτοῖς, τὸν Βαβύλαν ἔφη τῆς σιωπῆς τούτου τε καὶ τῶν λοιπῶν παισὶ κομιδῇ μὲν νέοις, τὸ γένος δ᾿ ἀδελφοῖς· τὸ δὲ μαρτύριον ἀπ᾿ ἀρχῆς τοιαύτης προβῆναι. ἐπίσκοπος ἠν τῆς Ἀντιοχείας ὁ Βαβύλας. Νουμεριανῷ δὲ τῷ Ῥωμαίων βασιλεῖ ἤ, ὡς ἔνιοι, Δεκίῳ φασὶ κατὰ δή τινα δαίμονα γνώμην ἐμπεσεῖν πληθυούσης τῆς ἐκκλησίας ἐν αὐτῇ. τὸν δέ γε τοῦ θεοῦ ἀρχιερέα κατὰ τὰ προπύλαια στάντα ἀγαλμάτων αἰτιώτατον εἶναι αὐτοῦ ἐν τῇ Δάφνῃ κείμενον. ὡς τῶν θεῶν τὸν νεκρὸν αὐτοῦ βδελυττομένων καὶ διὰ τοῦτο τοῖς ἕδεσι σφῶν ἐπιφοιτᾶν οὐκ ἀνεχομένων· οὐ γὰρ ἠβούλετο τὴν ἀληθεστάτην αἰτίαν εἰπεῖν, οὐ παντάπασί γε αὐτῆς ἀνεπαίσθητος γεγονώς, ὅτι κρείττων δύναμις σαφῶς ἦν ἡ τὰς τῶν δαιμόνων ἐνεργείας πεδησαμένη, ἄλλως τε καὶ τοῦ δαίμονος αὐτῷ τοῦ τὸν Ἀπόλλωνα ὑποκρινομένου σαφῶς καὶ διαρρήδην, ὡς λέγεται, εἰρηκότος μὴ δύνασθαι άποκρίνασθαι διὰ Βαβύλαν. [Artemii Passio Folge §54] Ὁ |δὴ Βαβύλας οὗτος λέγεται ἐπίσκο- μὲν γενέσθαι τῆς Ἀντιοχείας· Νουμεριανῷ δὲ τῷ βασιλεῖ εἰσελθεῖν βουλομένῳ ἐν τῇ τῶν Χριστιανῶν ἐκκλησίᾳ κατὰ δή τινα ἑορτὴν στὰς πρὸ τῶν θυρῶν διεκώλυσεν εἰσελθεῖν Suidas s. v. Βαβύλας· ἐπίγὰρ σκοπος Ἀντιοχείας. οὖτος, φαπος σί, Νουμεριανῷ, οἱ δὲ Δεκίῳ, κατὰ δή τινα δαίμονα εἰσελθεῖν εἰς πληθύουσαν τὴν ἐκκλησίαν προθυμονμένῳ στὰς πρὸ τῶν θυρῶν ἀντισεῖν τοῦ νεώ, τὴν εἴσοδον ἀποτειχίζειν, φάσκοντα, ὅσα γε δυνατὸς εἴη, μὴ περιόψεσθαι λύκον τῷ ποιμνίῳ παρεισδυόμενον. καὶ τὸν μὲν αὐτίκα τῆς ὁρμῆς ἀνακρουσθῆναι, εἴτε στάσιν ὑπειδόμενον, εἴτε ἄλλως μεταβουλευσάμενον· τὸν ἐπίσκοπον πρῶτα μὲν τῆς τόλμης αἰτιᾶσθαι, ἔπειτα δὲ κελεύειν τὸν ὅσιον τοῖς δαίμοσι θύειν, μόνην γὰρ εἰναι τὴν ἐξοσίωσιν ταύτην λύσιν τε τοῦ ἐγκλήματος καὶ τῆς μετὰ ταῦτα τιμῆς τε καὶ δόξης πρόξενον. τὸν δέ, γενναίως πρὸς [von hier an Artemii Passio =Suidas] φάσκων εἰς δύναμιν μὴ περιόψεσθαι λύκον τῷ ποιμνίῳ ἐπεισερχόμενον. τὸν δὲ παραυτίκα μὲν ἀνακρουσθὴναι τῆς εἰσόδου, εἴτε στάσιν τοῦ ὄχλου ὑπειδόμενον, εἴτε καὶ ἄλλως αὐτῷ μεταβουλευθέν· ἐν χαλεπῷ μέντοι τὴν ἀντίστασιν τοῦ ἐπισκόπου ποιησάμενον, ἐπειδὴ ὡς ἑαυτὸν ἐπὶ τὰ βασιλεια ἀπηλλάγη, παραστήσασθαί τε αὐτὸν καὶ πρῶτα μὲν τὴν τόλμαν τῆς κωλύσεως ἐγκαλεῖν, ἔπειτα μέντοι κελεύειν αὐτὸν τοῖς δαίμοσι θύειν, εἰ βούλοιτό γε τὴν ἐπὶ τῷ ἐγκλήματι δίκην διαφυγεῖν. τὸν δὲ πρὸς τὴν ἔγκλησιν καὶ τὴν πρόκλησιν διακρούσασθαι· τὴν μέν, φήσαντα ποιμένι ὄντι ἕκαστον τῶν προτεινομένων ἀντιταξάμενον, τὸν μαρτυρικὸν ἀναδήσασθαι στέφανον. ἑαυτῷ πάντα προσήδειν ὑπὲρ τοῦ ποιμνίου προθυμεῖσθαι, τὴν δέ, μὴ ἂν ἑλέσθαι τοῦ ὄντως ὄντος ἀποστάντα θεοῦ ψευδωνύμοις ὀλετῆρσι δαίμοσι θύειν. εἶθ᾿ ὁ μὲν ὡς ἐώρα μὴ πειθόμενον αὐτὸν ἁλύσεσι καὶ πέδαις ἐνδησαμένους τὴν ἐπὶ θανάτῳ ἄγειν κεφαλῆς ἀφαιρήσοντας· ὁ δέ, ἐπειδὴ ἢγετο τεθνγξόμενος, ταúτας ἀναλαβὼν ᾖδε τὰς τοῦ ψαλμοῦ ῥήσεις· »ἐπίστρεψον ψυχή μου εἰς τὴν ἀνάπαυσίν σου, ὅτι κύριος εὐηργέτησέ σε«. [Art P. §55 =Suidas Folge] Φασὶ δὲ καὶ τρεῖς παῖδας γένος κομιδῇ νέους, ὑπ᾿ αὐτῷ ἀνατρεφομένους, ἁρπαγῆναί τε ὑπὸ τοῦ βασιλέως καὶ ὡς οὐδ᾿ αu̓τοὶ δύειν ἤθελον, καίτοι ἀνάγκης αὐτοῖς προσαγομένης, καὶ αὐτοὺς κελεῦσαι τὸν βασιλέα τῶν κεφαλῶν ἀφαιρεῖν· οὕς, ἐπειδὴ ἧκον εἰς τὸ προκείμενον ὁ Βαβύλας ἑαυτοῦ προστησάμενος προτέρους προσῆγε τῷ τοῦ μή τινα τρέσαντα αὐτῶν ἀναδῦνται τὸν θάνατον. καὶ ἀποτεμνο ταύτην ἀνειπὼν τὴν φωνήν· »ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι εδωκεν ο θεος«, επειτα καὶ αυτος προυτεινε τον αυχενα τῳ ζιφει, ἐντειλάμενος τοῖς τὸ σῶμα αὐτοῦ ἀναλεγομένοις τὰς ἁλύσεις καὶ τὰς πέδας αὐτῷ συνθάψαι, »ἵν' ᾖ μοι ταῦτα«, φησί, »κειμένῳ κόμος. «καὶ νῦν μετ’ αὐτοῦ, ὥς φασι, ταῦτα τυγχάνει κείμενα. [von hier an Artemii Passio allein] Τοῦτον τὸν Βαβύλαν ὸ Ἰουλιανός, ἐπειδὴ πρὸς τοῦ Εὐσεβίου ἤκουσε κώλυμα τοῖς ἀγάλμασιν εἶναι τοῦ μὴ χρᾶν, αὐτίκα προσέταξεν αὐτῇ θήκῃ (λίθου δ' ἐστὶ μεγάλου πεποιημένη) μετάγειν ἐκ τῆς Δάφνης οἶς τι τοῦτο διαφέρει πόρρω που αὐτῶν ἀλλαχόσε ἵνα καὶ ᾑ βούλονται μεταστησαμένους. εὐθὺς οὖν ὁ τῆς πόλεως ὄχλος προχυθἐντες ὡς ἐπὶ μεγάλῃ αἰτίᾳ καὶ περιβαλλόμενοι εἷλκον τὴν θήκην· ἡ δέ, ὡς οὐχ ὑπ’ ἀνθρώπων ἑλκομένη μᾶλλον ἢ κρείττονος αὐτὴν κινούσης δυνάμεως, ἔφθανε τὴν τῶν ἀγόντων προθυμίαν ἐφεπομένη. αὐθήμερόν γέ τοι αὐτὴν σταδίους πλέον ἢ πεντήκοντα κομισάμενοι, ἐν τῷ καλουμένῳ κοιμητηρίῳ κατέθεσαν. ἔστι δὲ πρὸ τῆς πόλεις οἶκος σώματα Παλαιῶν ἀνδρῶν καὶ ἐνίων γε ἐπ' εὐσεβείᾳ μαρτυρουμένων πολλὰ δεδεγμένος· τότε μὲν οὐν ἐνταῦθα τὴν θήκην εἰσεκόμισαν. §56] Ὁ δὲ Ἰουλιανὸς παρεσκευάζετο πλῆθος ἱερείων τε καὶ ἀναθημάτων, ὡς τῇ ὑστεραίᾳ σὺν αὐτοῖς εἰς τὴν Δάφνην ἀναβησόμενος, νῦν γε δὴ πάντως ἐλπίζων, εἰ μὴ τῶν ἄλλων, ἀλλὰ τοῦ Ἀπόλλωνος τεύξεσθαι ἀποκριθησομένου· ἐπὶ τοῦτον γὰρ αὐτῷ πᾶσα τῆς προθυμίας ἡ ἐλπὶς ἠν καὶ ὁ τόνος ὡς αὐτῶ̣ τι μᾶλλον ἢ τὸ τοιοῦτον διαφέρον κατά τε τὴν μαντικὴν τέχνην καὶ ὅτιπερ αὐτῷ τὸ χωρίον ἀνεῖτο ἡ Δάφνη, νομίζοντι αὐτὸν ἔν γε τῷ οἰκείῳ εἰκότως <πλέον> ἢ τῶν ἄλλων ἄν τινα δαιμόνων ἰσχύειν. Εὐσέβιος καὶ οἱ λεγόμενοι ἱερεῖς καὶ τῶν νεωκόρων τὸ πλῆθος προσδεχόμενοι τὸν βασιλέα ἐν ἀγῶνι μεγάλῳ ἦσαν, καὶ διηγρύπνουν περὶ τὸ ἄγαλμα πάντα πραγματευόμενοι ὅπως ἐπειδὰν ἀφίκηται τύχοι αὐτοῦ φθεγξομένου, ὡς ἄλλης γε αὐτῷ ἔτι προφάσεως εἰς ἀναβολὴν μὴ ὑπολειπομένης. ἐπειδὴ δὲ πόρρω τῶν νυκτῶν ἠν, τοῦ οὐρανοῦ πῦρ ἀθρόως κατενεχθὲν ἐνέσκηψε τῷ νεῷ, καὶ ἅμα πανταχόθεν αὐτοῦ δραξάμενον ἐμπιπρᾷ αὐτῷ ἀγάλματι καὶ αὐτοῖς ἀναθήμασιν. πάντων δὲ ὁμοῦ καταφλεγομένων καὶ τοῦ πυρὸς ἐπὶ μέγα ἐξαιρομένου, βοὴ μὲν αὐτίκα μεγάλη περὶ τὸν νεὼν ἦν καὶ θόρυβος οὐδενὶ ἐοικώς· καὶ δὴ πολλῶν ἐπαμῦναι προθυμουμένων οὐδεὶς ἠν ὁ πρὸς τὸ πῦρ ἀντισχεῖν δυνησόμενος· ἀλλ’ οἱ μὲν ἐπὶ τὴν πόλιν ἔθεον τῷ ἄρχοντι τῆς Ἑῴας Ἰουλιανῷ μηνύσοντες, ὁ δὲ λοιπὸς ὄχλος ἔστασαν ὑπ᾿ ἐκπλήξεως, θεαταὶ τοῦ παραδόξου τῆς καταλαβούσης αὐτοὺς συμξορᾶς γινόμενοι. τὸ δὲ πῦρ οὐδενὸς ἠν τῶν ἄλλων ἁπτόμενον, τοσαύτης γε καὶ οὕτως ἀμφιλαφοῦς ὕλης ἐκεῖ πεφυκυίας, ὅ τι μὴ μονώτατον ἐμπεσὸν κατέφλεγε σὺν τοῖς ἐνοῦσι τὸν νεών, ὡς τὸ μὲν ἄγαλμα καὶ πᾶν ὅ τι ἐν ἀναθήμασιν ἠν καθάπαξ ἀφανισθῆναι, βραχέα δὲ λειφθῆναι τῶν οἰκοδομημάτων ἐβάφη μνημεῖα τοῦ πάθους ἃ καὶ νῦν ἔτι δείκνυται σαφέστερον τὸ δεῖγμα τοῦ θεηλάτου πυρός. [§57] Ὁ δὲ Ἰουλιανὸς τὰ συμβάντα ἀκούσας ὀργῆς καὶ δεινὸν ποιησάμενος εἰ οἱ Χριστιανοὶ τοῖς συμβεβηκόσιν ἐπιτωθάσειν μέλλοιεν, αὐτίκα προστάττει τῆς μεγάλης αὐτοὺς ἐξωθεῖν ἐκκλησίας καὶ ταύτην μὲν ἄβατον αὐτοῖς παντελῶς ἀποξαίνειν, ὡς ὅτι ἀσφαλέστατα αὐτὴν ἀποκλεισαμένους, τὰ δὲ κειμήλια πάντα δημοσιοῦν. Δέδωκε δὲ καὶ τοῖς Ἕλλησιν ἄδειαν ὥστε εἰσέρχεσθαι αὐτοὺς τὰς τῶν Χριστιανῶν ἐκκλησίας καὶ ποιεῖν ὅσα καὶ βούλονται. τούτων οὖν παρὰ τοῦ τυράννου καὶ ἀσεβοῦς Ἰουλιανοῦ κελευσθέντων, τί τῶν μεγίστων κακῶν οὐκ ἐτελέσθη; τί δὲ τῶν ἀπηχεστάτων οὐκ ἐλέχθη, τῶν ἀφέτῳ γλώττῃ λαλούντων τὰ ἄρρητα κατὰ τῆς τῶν Χριστιανῶν πίστεως καὶ βλασφημούντων εἰς τὸν κύριον καὶ θεὸν ἡμῶν Ἰησοῦν Χριστὸν ἐν πάσαις ταῖς πόλεσιν; ἐν μὲν γὰρ usw. [=ob. 4a S. 80, 30 ff]