Ancient Greek
EK ΤΗΣ ΕΒΔΟΜΗΣ ΙΣΤΟΡΙΑΣ
Philostorgius, Historia ecclesiastica (fragmenta ap. Photium) 9-3
Not analysed yet
9. Ὅτι τοὺς τοῦ σωτῆρος χρησμούς, οἳ τὴν Ἱερουσαλὴμ ἀνατετράφθαι λέγουσιν ὥστε μηδὲ λίθον ἐπὶ λίθῳ μεῖναι, τούτους ὁ ἀποστάτης εἰς ψεῦδος ἐλέγχειν διανοηθείς, οὐ μόνον οὐδὲν ἤνυσεν ὡν έσπούδασεν, ἀλλὰ τὸ ἐν τοῖς χρησμοῖς, εἰ καὶ ἄκων, ἐβεβαίωσεν ἀμετάπτωτον. ὁ μὲν γὰρ τοὺς πανταχῆ συναγείρας Ἰουδαίους καὶ οἴκοθεν χρήματα καὶ δύναμιν ἄλλην παρασχών, ἀνακαινίζειν ἐπέτρεπεν τὸ 9 a Artemii Passio 58: Αὐτὸς δὲ ὁ . . . Ἰουλιανὸς [s. ob. S. 80, 35 ff] . . . ἐκέλευσε καὶ τὸν ἐν Ἱεροσολύμοις ναὸν τῶν Ἰουδαίων ἀνιστᾶν· καὶ τοὺς Χριστιανοὺς τῆς πόλεως ἐκβαλὼν τοῖς Ἰουδαίοις ἔδωκε κατοικεῖν, ἀποστείλας Ἀλύπιόν τινα τοῦ μετὰ σπουδῆς τὸν ναὸν ἀνοικοδομήσασθαι. Ebd. 68: Ἐπεὶ δὲ ἀνωτέρω εἰρήκαμεν ὡς ὁ παραβάτης Ἰουλιανὸς ἀπέστειλεν εἰς Ἱεροσόλυμα τοῦ τὸν ναὸν τῶν Ἰουδαίων ἀνοικοδομήσασθαι, ὃν Οὐεσπασιανὸς καὶ Τίτος ὁ τούτου υἱὸς μετὰ τῆς πόλεως καὶ αὐτὸν καθεῖλον καὶ ἐνεπύρισαν, καθὼς προείρηκεν ὁ δεσπότης Χριστὸς περὶ αὐτοῦ πρὸς τοὺς θεηγόρους αὐτοῦ μαθητάς, ὅτι οὐ μὴ μείνῃ λίθος ἐπάνω λίθου, ὃς οὐ μὴ καταλυθῇ‘· θέλων οὐν ὁ παράνομος τὰς τοῦ Χριστοῦ φωνὰς ψευδεῖς ἀποδεῖξαι, ἐσπούδαζε μάλιστα τὸν ναὸν οἰκοδομεῖν, προστάξας ἐκ τῶν δημοσίων πραγμάτων τε καὶ χρημάτων ποιεῖσθαι πᾶσαν τὴν τῆς οἰκοδομῆς ἔξοδον. συνδραμόντων οὖν τῶν θεοκτόνων Ἰουδαίων καὶ μετὰ πολλῆς τῆς χαρᾶς τοῦ ἔργου ἱερόν. δείματα δὲ θεήλατα γεγονότα, διήγησιν ὑπερβαίνοντα, οὐ μόνον ἔσβεσαν αὐτῶν τὴν προθυμίαν, ἀλλὰ καὶ αὐτὸν καὶ τοὺς Ἰουδαίους εἰς ἐσχάτην ἀμηχανίαν καὶ αἰσχύνην κατεστρέψαντο. τοῦτο μὲν γὰρ πῦρ ἐπενέμετο τοὺς ἐργάζεσθαι τολμῶντας, τοῦτο δὲ σεισμὸς ἐχώννυεν· καὶ ἄλλους ἄλλα πάθη κατεμερίζετο, καὶ ἡ καταισχύνειν δεσποτικὰ λόγια μελετήσασα τόλμα τὸ ἐκείνων ἀκαταίσχυντον καὶ σεβασμιώτατον λέληθεν ἑαυτὴν ἀνακηρύττουσα.