Ancient Greek
EK ΤΗΣ ΔΕΥΤΕΡΑΣ ΙΣΤΟΡΙΑΣ
Philostorgius, Historia ecclesiastica (fragmenta ap. Photium) 9a.1
Not analysed yet
9a. Vita Constantini Cod. Angelic. A f. 25r [Franchi de’ Cav. 97 s. ob. S. 17, 33]: Oὗτος ὁ Κωνσταντῖνος ἤδη πέμπτου καὶ εἰκοστοῦ τῆς αὐτοῦ βασιλείας ἐπιβὰς ἔτους, ὑπατευόντων ἐκεῖνον τὸν ἐνιαυτὸν Γαλλικανοῦ καὶ Συμμάχου, πόλιν ἠβουλήθη κτίσασθαι μεγάλην, μνημεῖον τῆς ἑαυτοῦ βασιλείας καὶ δόξης τοῖς ἐπιrινομένοις [folgt Exe. Tripart. =Polyd. 268, 5—11. Theophan. 23, 22—27. Bios di Costantino ed. Guidi Rendic. Accad. Lincei 1907 S. 336, 15—19]. Ebd. f. 25v: Τὴν τοίνυν Θρᾴκην Κωνσταντῖνος καταλαβὼν ἐς τὰ μάλιστα δὴ τότε εὐθηνουμένην, καὶ τὸ Βυζάντιον καταμαθὼν ὡς ἄριστα γῆς τε καὶ θαλάττης ἔχοι, ἱδρύθη δὴ ἐνταῦθα· καὶ τὸν αὐχένα τῆς χερρονήσου διαλαβών (χερρόνησος γάρ ἐστι τὸ χωρίον), ἐτείχιζεν ἐκ θαλάττης εἰς θάλατταν, ἐντὸς τά τε προάστεια καὶ τοὺς πλησίον λόφους ποιούμενος, ὡς τῆς κτιζομένης πόλεως διὰ πλάτους περιβολὴν μοῖραν εἶναι μικρὰν τὴν ἀρχαίαν πόλιν. ἔνθα γὰρ νῦν ὁ πορφυροῦς καὶ μέγας ἐστὶ κίων ἑστὼς ὁ τὸν αὐτοῦ κολοττὸν φέρων, τὸν περίβολο ὀριζόμενον βάδην τε περιιέναι, τὸ δόρυ τῇ χειρὶ φέροντα· ἐπεὶ δὲ τοῖς ἐπομἐνοις ἐδόκει νεῖζον ἢ προσῆκε τὸ μέτρον ἐκτείνειν, προσελθεῖν τε αὐτῷ τινα καὶ διαπυνθάνεσθαι· »ἔως που, δέσποτα; «τὸν δὲ ἀποκρινάμενον διαρρήδην φαναι· »ἕως ἂν ὁ ἔμπροσθέν μου στῇ«, ἐπίδηλον ποιοῦντα ὡς δύναμις αὐτοῦ τις οὐρανία προηγοῖτο, τοῦ πραττομένου διδάσκαλος. ἱδρυσάμενον ἐμτεῦθεν τὴν ἀρχὴν ποιησάμενος, τὸ λοιπὸν ἅπαν ἐπί τε ἑκατέραν θάλατταν καὶ τὴν μεσόγειον ἁπλούμενον τῆς ἑαυτοῦ παλάμης καὶ δυνάμεως ἐξήνυσεν ἔργον. Ἀκήκοα δὲ ἔγωγε καὶ τοῦτο τῶν πρεσβυτάτων καὶ ἀξιολόγων διηγουμένων ὡς ὁ Κωνσταντῖνος, ὁπηνίκα τὰς πύλας ὁριούμενος τοῦ τείχους ἡγεῖτο τῶν ἑπομένων ἀφ’ οὗ μέτρου τὸν περίβολον ἔδει τὴν ἐργασίαν λαβεῖν, ᾔει τὸ πρόσω βάδην τε χωρῶν καὶ τὸ δόρυ τῇ χειρὶ φέρων. ὡς δὲ πρῶτον ὑπερβὰς λόφον ἐπὶ δεύτερον ᾔει, καὶ τοῦτον ὑπερελθὼν ἔτι τὸ πρόσω προὔβαινε μείζον μῆκος διαμετρούμενος ἢ τοῖς ἀκολουθοῦσιν ἐφαίνετο μετρίως ἔχειν, προσελθών <τις> ἀπὸ τῶν παρρησίαν πρὸς αὐτὸν ἀγόντων ἤρετο· »ἕως ποῦ, δέσποτα; «ὁ δὲ διαρρήδην ἀποκρινάμενος· »ἕως ἄν, ἔφη, ὁ ἔμπροσθέν μου στῇ«, ὡς γενέσθαι σαφές ὅτι ἀγγέλων τις ἐῴκει προπορεύσσθαι τὰ μέτρα παραδώσαν, ὡς πάνυ γε δὴ θεῷ κεχαρισμένως τῆς πόλεως ταύτης οἰκιζομένης, οὐκ ἔλαττον ἢ τὸ πάλαι τῆς Ἱερουσαλήμ· καὶ γὰρ καὶ ἤμελλε κἀνταῦθα κοινὸν συστήσασθαι πρυτανεῖον εὐσεβείας. ἕως γοῦν ὅποι τὸ φαινόμενον εἶδος χωροῦν ἔπειτα ἔστη καὶ διαλυθὲν ἦν ἀφανές, ἐκεῖ καὶ ὁ [zu Ζ. ff] Vgl. Πάτρια Κωνσταντινουπόλεως III 10 =Scriptores originum Cpl. rec. Preger 217, 9: Ὅτι μέλλων κτίσαι πόλιν ὁ μέγας Κωνσταντῖνος, ὁφείλων πῆξαι τὸ θεμέλιον και καταμετρῆσαι τὴν πόλιν, πεζὸς ἐξῆλθεν μετὰ τῶν μεγιστάνων αὐτοῦ· καὶ ἐλθὼν εἰς τὸν Φόρον λέγουσιν αὐτῷ οἱ ἄρχοντες· »ποίησον τέλος τοῦ τείχους«. ἐκεῖνος δὲ ἔξη· »ἕως οὗ στῇ ὁ προαγωγός μου, οὐ μὴ) στήσω τὸ θεμέλοιν«. μόνος γὰρ ἐκεῖνος ἑώρα τὸν ἄγγελον. ἀπελθὼν δὲ μέχρι τοῦ Ἐξακιονίου πεζὸς μετὰ πάσης τῆς συγκλήτου, ἐκεῖσε ἐθεάσατο τὸν ἄγγελον τὴν ῥομφαίαν αὐτοῦ πἠξαντα, μηνύοντα ἕως ἐκεῖ στῆναι αὐτόν. καὶ διὰ τοῦτο ἔπηξεν ἐκεῖσε τὸ τεῖχος. δὲ τὴν πόλιν Ἄλμα 'Ρώμαν ὀνομάσαι, ὃ δηλοῖ τῇ 'Ρωμαΐδι γλώττῃ τὴν ἔνδοξον· καὶ βουήν τε σύγκλητον τάξασθαι σιτηρεσίου δαπάνην αὐταρκεστάτην διανεῖμαι τοῖς οἰκήτορσι, καὶ τὸν ἄλλον ἐν αὐτῇ τῆς πολιτείας πολυτελῶς κόσμον καταστήσασθαι, ὡς ἀρκεῖν εἰς, ἀντίπαλον κλέος τῇ προτέρᾳ 'Ρώμῃ.