Ancient Greek
8 to 9
Philostorgius, Historia ecclesiastica (fragmenta ap. Photium) 8-2-9
Not analysed yet
8. Ὄτι περὶ Ἀγαπητοῦ τοῦ συναιρεσιώτου, ὂς καὶ ἐκ καταλόγου στρατιωτικοῦ πρεσβύτερός τε κατέστη παρὰ τῶν ὁμοφρόνων καὶ Συ- (näml. ὁ Κωνστντῖνος) καὶ τοῖς περὶ Εὐσέβιον κάθοδον. καὶ δὴ τῶν Γαλλιῶν ἐπανελθόντες σύνοδον πεντήκοντα καὶ διακοσίων ἐπισκόπων ἐν Νικομηδείᾳ συνεστήσαντο καὶ ἀπεκήρυξαν Ἀλέξανδρον καὶ τοὺς τὸ ὁμοούσιον κηρύττοντας ἅπαντας. 8a. Suidas s. v. Ἀγαπητός· ἐπίσκοπος Συνάδων, ὂν ἐν ἐπαίνω πολλῷ τίθεται Εὐσέβιος ὁ Παμφίλου, καὶ θαυμάτων αὐτοῦ ἐξαισίων νάδων ἐπίσκοπος ὕστερον· περὶ γοῦν τούτου πολλὰ τερατολογῶν, νεκροῦς τε αὐτὸν ἀναστῆσαι λέγει καὶ πολλῶν ἄλλων παθῶν φυγαδευτὴν γενέσθαι καὶ ἐλατῆρα, οὐ μὴν ἀλλὰ καὶ παραδόζων ἄλλων ἔργων δημιουργόν· καὶ πολλοὺς ἐξ Ἑλλήνων εἰς τὸν Χριστιανισμὸν μετατάζασθαι παρασκευάσαι. 9. Ὅτι Κωνσταντῖνόν φησιν ὀκτὼ καὶ εἰκοστῷ ἔτει τῆς βασιλείας αὐτοῦ τὸ Βυζάντιον εἰς Κωνσταντινούπολιν μετασκευάσαι, καὶ μνήμην ποιεῖται, ὀρῶν μεταστάσεις καὶ ποταμῶν, καὶ νεκρῶν ἐγέρσεις. καὶ ὅτι στρατιώτην ὄντα ἐβουλήθη Μαξιμῖνος ὡς, Χριστιανὸν ἀποκτεῖναι διὰ τὸ πυνθάνεσθαι πολλοὺς τὰ πρὸς αὐτοῦ τελούμενα ὑπεραγαμένους.