Ancient Greek · ~2 min
Ἐπιστολαί
Philostratus the Athenian, Ἐπιστολαί. Διαλέξεις. θ
Not analysed yet
τί παθόντα τὰ ῥόδα, πρὶν μὲν παρὰ σοὶ γενέσθαι, καλὰ ἦν καὶ ῥόδα —οὐ γὰρ ἂν αὐτὰ οὐδὲ ἔπεμψα, εἰ μή τι ἀξιόκτητον εἶχεν —ἐλθόντα δὲ εὐθὺς ἐμαράνθη καὶ ἀπέπνευσε; τὸ μὲν σαφὲς οὐκ οἶδα τῆς αἰτίας, οὐ γάρ μοί τι εἰπεῖν ἠθέλησαν, ὡς δʼ εἰκάσαι ῥᾴδιον, οὐκ ἤνεγκε παρευδοκιμούμενα, οὐδὲ ἠνέσχετο τῆς πρὸς σὲ ἁμίλλης, ἀλλʼ ὁμοῦ τε ἔθιγεν εὐωδεστέρου χρωτὸς καὶ ἀπώλετο. οὕτω καὶ λύχνος πίπτει πυρὸς μείζονος ἡττηθεὶς καὶ ἄστρα ἀμαυρά, ὅταν ἀντιβλέπειν ἡλίῳ μὴ δύνηται.