Ancient Greek · ~1 min
Ἐπιστολαί
Philostratus the Athenian, Ἐπιστολαί. Διαλέξεις. ιζ
Not analysed yet
ἔστιν ἔαρ καὶ κάλλους καὶ ῥόδου, ὁ δὲ μὴ χρησάμενος τοῖς παροῦσιν ἀνόητος ἐν οὐ μένουσι μέλλων καὶ βραδύνων ἐν ἀπιοῦσι· φθονερὸς γὰρ ὁ χρόνος καὶ τὴν ἄνθους ὥραν ἀφανίζει καὶ τὴν κάλλους ἀκμὴν ἀπάγει. μηδὲν μέλλε, ὦ φθεγγόμενον ῥόδον, ἀλλʼ ἕως ἔξεστι καὶ ζῇς, μετάδος ἡμῖν ὧν ἔχεις.