Ancient Greek · ~3 min
Ἐπιστολαί
Philostratus the Athenian, Ἐπιστολαί. Διαλέξεις. κβ
Not analysed yet
ἡ καλλωπιζομένη γυνὴ θεραπεύει τὸ ἐλλιπὲς φοβουμένη φωραθῆναι ὃ οὐκ ἔχει ἡ φύσις, ἡ δὲ καλὴ οὐδενὸς δεῖται τῶν ἐπικτήτων ἀρκοῦσα ἑαυτῇ πρὸς πᾶν τὸ ὁλόκληρον· ὀφθαλμῶν δὲ ὑπογραφὴ καὶ κόμης προσθέσεις καὶ γραφαὶ παρειῶν καὶ χειλέων βαφαὶ καὶ εἴ τι ἐκ κομμωτικῆς φάρμακον καὶ εἴ τι ἐκ φύκους δολερὸν ἄνθος, πρὸς ἐπανόρθωσιν τοῦ ἐνδεοῦς εὑρέθη· τὸ δὲ ἀκόσμητον ἀληθῶς καλόν, ὥστε εἰ μάλιστα πεπίστευκας σεαυτῇ, διὰ τοῦτό σε μάλιστα ἀγαπῶ μαρτύριον τὸ ἄπραγμον ἡγούμενος τῆς ἐν εὐμορφίᾳ πίστεως. οὐ γὰρ κονιᾷς τὸ πρόσωπον, ἀλλʼ ἀδόλως εἶ καλή, οἷαι καὶ αἱ πρότεραι ἦσαν, ὧν χρυσὸς ἤρα καὶ βοῦς καὶ ὕδωρ καὶ ὄρνιθες καὶ δράκοντες. τὸ δὲ φῦκος καὶ ὁ κηρὸς καὶ τὸ ταραντινίδιον καὶ οἱ ἐπικάρπιοι ὄφεις καὶ αἱ χρυσαῖ πέδαι Θαίδος καὶ Λαίδος καὶ Ἀρισταγόρας φάρμακα.