Ancient Greek
Ἐπιστολαί
Philostratus the Athenian, Ἐπιστολαί. Διαλέξεις. κδ
Not analysed yet
ὁ Ἀγαμέμνων, ὅτε μὲν ὀργῆς ἐκράτει, καλὸς ἦν καὶ οὐχ ἑνὶ θεῷ, ἀλλὰ πολλοῖς ὅμοιος ὄμματα καὶ κεφαλὴν ἴκελος Διὶ τερπικεραύνῳ Ἄρει δὲ ζώνην, στέρνον δὲ Ποσειδάωνι, ὅτε δὲ ἐνησχημόνει τῇ γλυκύτητι τοῦ θυμοῦ καὶ πρὸς τοὺς ἑταίρους ἠγρίωτο, ἔλαφος καὶ κύων ἐνομίζετο καὶ τὰ τοῦ Διὸς ὄμματα οὐδαμοῦ· σῦς μὲν γὰρ ὀργίζονται καὶ κύνες καὶ ὄφεις καὶ λύκοι καὶ ὅσα ἄλλα οὐ χρῆται λογισμῷ θηρία, καλὸς δὲ ἄνθρωπος καὶ μὴ γελάσας λυπεῖ, μήτοι γε σκυθρωπότερος ἑαυτοῦ γενόμενος. οὐ πρέπει δὲ οὐδὲ ἡλίῳ τὸ πρόσωπον νεφέλῃ καλύπτεσθαι. τίς ἡ κατήφεια αὕτη, τίς ἡ νύξ, τί τὸ στυγνὸν σκότος; μειδίασον, κατάστηθι, ἀπόδος ἡμῖν τὴν τῶν ὀμμάτων ἡμέραν.