Ancient Greek
Ἐπιστολαί
Philostratus the Athenian, Ἐπιστολαί. Διαλέξεις. κθ
Not analysed yet
τὰ μὲν σὰ ὄμματα φιλῶ, τὰ δὲ ἐμὰ οὐ φιλῶ, τοῖς μὲν γὰρ σύνεσιν πολλὴν συνέγνωκα, τοῖς δὲ δεινὴν περιεργίαν· ἀναίσχυντά ἐστιν, ἀλλὰ καὶ κρύπτειν οὐδὲν δυνάμενα ὧν ἑώρακεν ἅπαξ. οὐκ ἀφέστηκεν οὖν μου τῆς ψυχῆς λέγοντα· οὐκ εἶδες τὴν εὔκομον, τὴν εὐπρόσωπον; ἧκε, ἀνάβηθι, ἀλλὰ καὶ κλαῦσον καὶ γράψον καὶ δεήθητι. ἡ δὲ εὖ μάλα πείθεται, παρακούειν μὴ δυναμένη λίχνων δορυφόρων, καὶ γὰρ μὴ βουλομένην σύρουσιν ἔξω καὶ βιάζονται ὅσα αὐτοὶ προλαβόντες ἐπῄνεσαν. ἀμέλει πρὶν ἔρωτα ἐς γῆν καταπτῆναι μόνον τὸν ἥλιον ἠπίστατο καλὸν ἡ ψυχὴ καὶ τοῦτο αὐτῆς τὸ θέαμα καὶ θαῦμα ἦν, γευσαμένη δὲ ὥρας ἀνθρωπίνης ἔκαμε καὶ τῆς σπουδῆς ἐκείνης κατέπεσεν, ἐς δὲ θητείαν μετήχθη πικράν.