Ancient Greek
μη to μθ
Philostratus the Athenian, Ἐπιστολαί. Διαλέξεις. μη-μθ
Not analysed yet
καὶ σὺ πονηρὸς οὕτως, ὡς μηδένα ἄλλον ἐλεεῖν, κἀγὼ δυστυχὴς οὕτως, ὡς μηδὲ παρʼ ἄλλου λαβεῖν, καὶ πάνυ χαίρω τῇ κακοπραγίᾳ βουλόμενος μὴ παύσασθαι διαμαρτάνων, ἵνα παύσῃ μηδὲ σὺ τῆς ἐπὶ τῷ μιαρῷ τοῦ τρόπου κακοδοξίας, τὸ μὲν γὰρ ἐμὸν μιᾶς ἔργον ἡδονῆς, τὸ δὲ σὸν κοινὸν ἐς διαβολὴν τῆς παρὰ πάντων αἰτίας. ἔπεμψά σοι σῦκα ἠρινά, θαυμάζοις δʼ ἂν αὐτῶν ἢ τὸ ἤδη ἢ τὸ ἔτι.