Ancient Greek · ~3 min
Ἐπιστολαί
Philostratus the Athenian, Ἐπιστολαί. Διαλέξεις. νζ
Not analysed yet
πέπεισαι μέν, ὡς εἰκάζειν ἔχω, τοῦ δὲ ἔργου τὴν αἰσχύνην ὀκνεῖς. εἶτα πρᾶγμα ἀποδιδράσκεις, ἀφʼ οὗ τις φίλος γίγνεται; οὐκ ἐντεῦθεν ἐπληρώθη καλῶν τὰ Ὁμήρου ἔπη τὸν Νιρέα, τὸν Ἀχιλλέα ἐς Τροίαν ἄγοντος; οὐκ ἐντεῦθεν Ἁρμόδιοι καὶ Ἀριστογείτονες, οἵ γε φίλοι καὶ μέχρι τῶν ξιφῶν; ὁ δὲ Ἀπόλλων οὐκ Ἀδμήτῳ καὶ Βράγχῳ ἐθήτευσεν; ὁ δὲ Ζεὺς οὐ τὸν Γανυμήδην ἥρπασεν, ᾧ χαίρει καὶ πρὸ τοῦ νέκταρος; μόνοι γὰρ ὑμεῖς οἱ καλοὶ καὶ τὸν οὐρανὸν οἰκεῖτε ὡς πόλιν. μὴ φθονήσῃς ἐραστοῦ σεαυτῷ δοῦναι μὲν ἀθανασίαν οὐκ ἔχοντος, τὴν δὲ αὑτοῦ ψυχὴν προτείνοντος. εἰ δὲ ἀπιστεῖς, ἕτοιμος ἀποθνήσκειν, ἂν ἐπιτάττῃς τοῦτο νυνί. εἰ δὲ πλέκω τὸν βρόχον, ἀπάνθρωπε, οὐκ ἀφαιρήσεις;