Ancient Greek
Ἐπιστολαί
Philostratus the Athenian, Ἐπιστολαί. Διαλέξεις. ξ
Not analysed yet
πάντα με αἱρεῖ τὰ σά, καὶ ὁ λινοῦς χιτών, ὡς ὁ τῆς Ἴσιδος, καὶ τὸ καπηλεῖον, ὡς Ἀφροδίσιον, καὶ τὰ ἐκπώματα, ὡς Ἥρας ὄμματα, καὶ ὁ οἶνος, ὡς ἄνθος, καὶ τῶν τριῶν δακτύλων αἱ συνθέσεις, ἐφʼ ὧν ὀχεῖται τὸ ποτήριον, ὥσπερ αἱ τῶν φύλλων τῶν ἐν τοῖς ῥόδοις ἐκβολαί, κἀγὼ μὲν φοβοῦμαι, μὴ πέσῃ, τὸ δὲ ἕστηκεν ὀχυρῶς, ὡς γνώμῃ ἐρηρεισμένον, καὶ τοῖς δακτύλοις συμπέφυκεν. εἰ δὲ καὶ ἀποπίοις ποτέ, πᾶν τὸ καταλειπόμενον γίγνεται θερμότερον τῷ ἄσθματι, ἥδιον δὲ τοῦ νέκταρος. κάτεισι γοῦν ἐπὶ τὴν φάρυγγα ἀκωλύτοις ὁδοῖς, ὥσπερ οὐκ οἴνῳ κεκραμένον, ἀλλὰ φιλήμασιν.