Ancient Greek · ~7 min
Page 666
Philostratus the Athenian, Ἡρωικός 666
Not analysed yet
πλέω μὲν ἐξ Αἰγύπτου καὶ Φοινίκης πέμπτην καὶ τριακοστὴν ἤδη που ταύτην ἡμέραν, κατασχούσης δὲ τῆς νεὼς ἐς Ἐλεοῦντα τοῦτον ἔδοξα τὰ Ὁμήρου ἔπη ἀναγιγνώσκειν, ἐν οἷς τὸν κατάλογον τῶν Ἀχαιῶν φράζει, καὶ ξυνεκάλουν τοὺς Ἀχαιοὺς ἐμβῆναι τὴν ναῦν ὡς ἀποχρῶσαν ὁμοῦ πᾶσιν. ἐπεὶ δὲ ἐξέθορον τοῦ ἐνυπνίου, καὶ γάρ με καὶ φρίκης τι ὑπεληλύθει, ξυνεβαλόμην μὲν αὐτὸ ἐς βραδυτῆτα τοῦ πλοῦ καὶ μῆκος, αἱ γὰρ τῶν ἀποθανόντων ὄψεις ἀργοὶ τοῖς ἐσπουδακόσι, βουληθεὶς δὲ ξυμβόλῳ περὶ τοῦ ἐνυπνίου χρήσασθαι, οὐδὲ γὰρ τὸ πνεῦμα πω ξυνεχώρει πλεῖν, ἐξαλλάττω δεῦρο ἀπὸ τῆς νεώς, βαδίζων δέ, ὡς εἶδες, πρώτῳ ἐντετύχηκα σοὶ καὶ περὶ τοῦ Πρωτεσίλεω διαλεγόμεθα, διαλεξόμεθα δὲ καὶ περὶ τοῦ καταλόγου τῶν ἡρώων, φῂς γὰρ οὕτω ποιήσειν. καὶ τὸ καταλέγειν σφᾶς ἐς τὴν ναῦν εἴη ἂν τὸ συλλεξάμενον τὸν περὶ αὐτῶν λόγον εἶτα ἐμβῆναι. κατὰ θεὸν ἥκεις ἀληθῶς, ξένε, καὶ ὑγιῶς ἐξηγῇ τὴν ὄψιν. περαίνωμεν οὖν τὸν λόγον, μὴ καὶ θρύπτεσθαι με φῇς διάγοντά σε ἀπʼ αὐτοῦ. ἃ ποθῶ μαθεῖν, ξυνίης δή γε· αὐτὴν γὰρ τὴν ξυνουσίαν, ἥτις ἐστί σοι πρὸς τὸν Πρωτεσίλεων, καὶ ὁποῖος ἥκει καὶ εἴ τι παραπλήσιον τοῖς ποιηταῖς ἢ διηγνοημένον αὐτοῖς περὶ τῶν Τρωικῶν οἶδεν, ἀκοῦσαι δέομαι. Τρωικὰ δὲ λέγῳ τὰ τοιαῦτα· τήν τε ἐν Αὐλίδι ξυλλογὴν τοῦ στρατοῦ καὶ καθʼ ἕνα τοὺς ἥρως εἰ καλοί τε, ὡς ᾅδονται, καὶ ἀνδρεῖοι καὶ σοφοὶ ἦσαν. τὸν γὰρ πόλεμον, ὃς περὶ τῇ Τροίᾳ ἐγένετο, πῶς ἂν διηγοῖτο μήτε διαπολεμήσας αὐτὸν ἀποθανών τε πρῶτος τοῦ Ἑλληνικοῦ παντὸς ἐν αὐτῇ, φασί, τῇ ἀποβάσει; εὔηθες τουτί σοι, ξένε, ψυχαῖς γὰρ θείαις οὕτω καὶ μακαρίαις ἀρχὴ βίου τὸ καθαρεῦσαι τοῦ σώματος· θεούς τε γάρ, ὧν ὀπαδοί εἰσι, γιγνώσκουσι τότε οὐκ ἀγάλματα θεραπεύουσαι καὶ ὑπονοίας, ἀλλὰ ξυνουσίας φανερὰς πρὸς αὐτοὺς ποιούμεναι, τά τε τῶν ἀνθρώπων ὁρῶσιν ἐλεύθεραι νόσων τε καὶ σώματος, ὅτε δὴ καὶ μαντικῆς σοφίας ἐμφοροῦνται καὶ τὸ χρησμῶδες αὐταῖς ἐμβακχεύει.