Ancient Greek · ~5 min
Page 676
Philostratus the Athenian, Ἡρωικός 676
Not analysed yet
τῶν γὰρ Αἰακιδῶν λελεῖφθαι τὰ πολέμια διʼ ἡλικίαν φησίν, αὐτὸς μὲν γὰρ εἶναι μειράκιον, ἐκείνων δὲ τὸν μὲν Ἀχιλλέα εἶναι νεανίαν, τὸν δὲ Αἴαντα ἄνδρα. καὶ τὰ ἔπη τὰ ἐς αὐτὸν εἰρημένα Ὁμήρῳ ἐπαινεῖ καίτοι μὴ πάντα ἐπαινῶν τὰ Ὁμήρου, ὡς ἀμφίδρυφον μὲν αὐτῷ τὴν γυναῖκα εἶπεν, ἡμιτελῆ δὲ τὴν οἰκίαν, περιμάχητον δὲ τὴν ναῦν, ἐφʼ ἧς ἔπλευσε, πολεμικόν τε αὐτὸν καλεῖ. ἑαυτὸν δὲ ὀλοφύρεται μηδὲν ἐν Τροίᾳ ἐργασάμενον, ἀλλὰ πεσόντα ἐν γῇ, ἧς οὐδὲ ἐπέβη· καὶ τὴν οὐλὴν δὲ ἐντετύπωται τῷ μηρῷ, τὸ γὰρ τραῦμα συναπορρύψασθαί φησι τῷ σώματι. γυμνάζεται δέ, ὦ ἀμπελουργέ, τίνα τρόπον; ἐπειδὴ ἔφασκες αὐτὸν καὶ τοῦτο ἐξασκεῖν. γυμνάζεται, ξένε, τὰ πολεμικὰ πλὴν τοξικῆς, τὰ δὲ γυμναστικὰ πλὴν πάλης· τὸ μὲν γὰρ τοξεύειν δειλῶν ἡγεῖται, τὸ δὲ παλαίειν ἀργῶν. Παγκρατιάζει δὲ πῶς ἢ πυκτεύει; σκιᾶς, ὦ ξένε, τούτων γυμνάζεται, καὶ δισκεύει μεῖζον ἢ ἐφικέσθαι ἄνθρωπον. ἀνακρούει μὲν γὰρ ὑπὲρ τὰς νεφέλας τὸν δίσκον, ῥίπτει δὲ ὑπὲρ τοὺς ἑκατὸν πήχεις καὶ ταῦθʼ, ὡς ὁρᾷς, διπλάσιον τοῦ Ὀλυμπικοῦ ὄντα. δραμόντος δὲ αὐτοῦ οὐκ ἂν εὕροις ἴχνος, οὐδʼ ἂν ἐνσημήναιτό τι τῇ γῇ ὁ πούς. καὶ μὴν καὶ ἴχνη μεγάλα ἐντετύπωται τοῖς δρόμοις ἐς τὸ δεκάπηχυ μέγεθος τοῦ ἥρω.