Ancient Greek
Page 679
Philostratus the Athenian, Ἡρωικός 679
Not analysed yet
τούτῳ ἐρομένῳ, πῶς ἂν μὴ ἡττηθείη θανάτου ἔφη καταφρονῶν. καὶ πείθεταί γε, ὦ ἀμπελουργέ, τῷ χρησμῷ, παρασκευάζων γὰρ οὕτως ἑαυτὸν ἀδαμάντινος τοῖς πολλοῖς καὶ θεῖος δοκεῖ. ἕλιξ δὲ ὁ ἀθλητὴς αὐτὸς μὲν οὔπω προσπέπλευκε τῷ ἱερῷ τούτῳ, πέμψας δέ τινα τῶν ἑαυτοῦ ἑταίρων ἤρετο, ποσάκις νικήσοι τὰ Ὀλύμπια, ὁ δὲ δὶς ἔφη νικήσεις, ἐὰν μὴ ἐθέλῃς τρίς. δαιμόνιον, ἀμπελουργέ, λέξεις γάρ που τὸ ἐν Ὀλυμπίᾳ πραχθέν· προυπαρχούσης γὰρ αὐτῷ νίκης μιᾶς, ὅτʼ ἀνὴρ ἐκ παίδων ἐνίκα πάλην, ἀπεδύσατο τὴν ἐπʼ ἐκείνῃ Ὀλυμπιάδα πάλην τε καὶ παγκράτιον, ἐφʼ ᾧ δυσχεράναντες οἱ Ἠλεῖοι διενοοῦντο μὲν ἀμφοῖν εἴργειν αὐτὸν ἐγκλήματα Ὀλυμπικὰ ξυντιθέντες ʽἐπ’ αὐτῷ, μόγις δʼ οὖν ἀνέδησαν τὸ παγκράτιον. καὶ τοῦτον ἄρα τὸν φθόνον ὁ Πρωτεσίλεως φυλάξασθαι προὔλεγεν εἰδὼς αὐτὸν ἀντίπαλον τοῖς ἐξῃρημένοις ὄντα. ἄριστα, ξένε, τοῦ χρησμοῦ ἐτεκμήρω. τῶν δὲ δὴ νόσων τίνας ἰᾶται; πολλοὺς γὰρ αὐτῷ φῂς εὔχεσθαι. πάσας ἰᾶται, ὁπόσαι εἰσί, μάλιστα δὲ τὰς φθόας τε καὶ τοὺς ὑδέρους καὶ τὰς τῶν ὀφθαλμῶν νόσους καὶ τοὺς τεταρταίῳ πυρέσσοντας· ἔστι δὲ καὶ ἐρῶντι τυχεῖν αὐτοῦ ξυμβούλου. ξυναλγεῖ γὰρ σφόδρα τοῖς τὰ ἔρωτικὰ ἀτυχοῦσι καὶ ὑποτίθεται αὐτοῖς ἐπῳδὰς καὶ τέχνας, αἳ τὰ παιδικὰ θέλξουσι, μοιχοῖς δὲ οὔτε προσδιαλέγεται οὐδὲν οὔτε ὑποτίθεταί τι ἐρωτικόν· φησὶ γὰρ ἀπηχθῆσθαι αὐτοῖς, ἐπειδὴ τὸ ἐρᾶν διαβάλλουσιν. ἀφικομένου γοῦν ἐνταῦθα μοιχοῦ ποτε αὐτῇ γυναικί, ἣν ἐπείρα, καὶ ξυνομνύναι βουλομένων ἐπὶ τὸν ἄνδρα παρόντα μέν, ξυνιέντα δὲ οὔπω, ὁ μὲν γὰρ ἔτυχε καθεύδων μεσημβρίας ἐνταῦθα, οἱ δʼ ὤμνυσαν ἤδη προσεστηκότες τῷ βωμῷ —τί οὖν ὁ Πρωτεσίλεως; ἐξορμᾷ τοῦτον τὸν κύνα καίτοι χρηστόν, ὡς ὁρᾷς, ὄντα προσπεσεῖν τε αὐτοῖς κατόπιν καὶ δακεῖν ἔτι ὀμνύντας, καὶ τὸν ὅρκον οὑτωσὶ ξυγχέας ἐφίσταται τῷ ἀνδρὶ καὶ κελεύει αὐτὸν ἐκείνων μὲν ἀμελεῖν, τὸ γὰρ δῆγμα σφῶν ἀνίατον εἶναι, σώζειν δὲ νῦν γοῦν ἑαυτόν τε καὶ τὸν ἑαυτοῦ οἶκον, τοὺς μὲν γὰρ θεοὺς πάντα γιγνώσκειν, τοὺς δὲ ἥρωας θεῶν μὲν ἐλάττω, πλείω δὲ ἀνθρώπων.