Ancient Greek
Page 684
Philostratus the Athenian, Ἡρωικός 684
Not analysed yet
διʼ ἧς τὸ μειράκιον ἤλαυνεν ἐπὶ τεττάρων ἵππων οὐ μεγάλων, οὓς ὑπολαβὼν ὁ ποταμὸς ὁμοῦ τῷ μειρακίῳ βοῶντί τε καὶ ξυνιέντι λοιπὸν τοῦ Ἕκτορος ἀπήγαγεν ἐς τὰ ἑαυτοῦ ἤθη καὶ οὕτως ἀπώλεσεν, ὡς μηδὲ ἀνελέσθαι ξυγχωρῆσαι τὸ σῶμα, ᾤχετο γὰρ οὐκ οἶδʼ ὅποι ἀφανισθέν. οὔτε τὸν Αἴαντα χρὴ θαυμάζειν, ἀμπελουργέ, καρτερήσαντα τὰ ἐκ τῶν ποιμένων, οὔτε τὸν Ἕκτορα ἡγεῖσθαι βάρβαρον μὴ ἀνασχόμενον τὰ ἐκ τοῦ μειρακίου· τοῖς μὲν γὰρ καὶ ξυγγνώμη ἴσως, οἳ Τρῶες ὄντες ἔτι καὶ πονήρως ἐχόντων σφίσι τῶν προβάτων ἐπεπήδων τῷ τάφῳ, μειρακίῳ δὲ Ἀσσυρίῳ πομπεύοντι ἐς τὸν τοῦ Ἰλίου ἥρω τίς ξυγγνώμη; οὐ γὰρ δὴ Ἀσσυρίοις ποτὲ καὶ Τρωσὶ πόλεμος ἐγένετο, οὐδὲ τὰς ἀγέλας σφῶν ὁ Ἕκτωρ ἐπόρθησεν, ὡς τὰς τῶν Τρώων ὁ Αἴας. πεπονθέναι τι πρὸς τὸν Ἕκτορα, ὦ ξένε, δοκεῖς, καὶ οὐκ ἀξιῶ διαφέρεσθαι. ἀλλʼ ἐπανίωμεν ἐπὶ τὰ τοῦ Αἴαντος, ἐκεῖθεν γὰρ οἶμαι τὴν ἐκβολὴν τοῦ λόγου πεποιῆσθαι. ἐκεῖθεν, ὦ ἀμπελουργέ, καὶ εἰ δοκεῖ, ἐπανίωμεν. πρόσεχε οὖν, ὦ ξένε· νηός ποτε καθορμισαμένης ἐς τὸ Αἰάντειον δύο τῶν ξένων πρὸ τοῦ σήματος ἤλυόν τε καὶ πεττοῖς ἔπαιζον, ἐπιστὰς δὲ ὁ Αἴας πρὸς θεῶν ἔφη μετάθεσθε τὴν παιδιὰν ταύτην· ἀναμιμνήσκει γάρ με τῶν Παλαμήδους ἔργων σοφοῦ τε καὶ μαλʼ ἐπιτηδείου μοι ἀνδρός. ἀπολώλεκε δὲ κἀμὲ κἀκεῖνον ἐχθρὸς εἷς ἄδικον εὑρὼν ἐφʼ ἡμῖν κρίσιν. Δεδάκρυκα, νὴ τὸν Ἥλιον, ἀμπελουργέ, τὰ γὰρ ἀμφοῖν πάθη παραπλήσιά τε καὶ ἐοικότα ἐς εὔνοιαν· ἀγαθῶν μὲν γὰρ κοινωνία τίκτει ποτὲ καὶ φθόνον, ὅσοι δʼ ἂν κοινωνήσωσι συμφορῶν, ἀγαπῶσιν ἀλλήλους τὸν ἔλεον τοῦ ἐλέου ἀντιδιδόντες. Παλαμήδους δὲ εἴδωλον ἔχοις ἄν τινα εἰπεῖν ἑωρακότα ἐν Τροίᾳ;