Ancient Greek · ~5 min
Page 745
Philostratus the Athenian, Ἡρωικός 745
Not analysed yet
ὑφʼ ὧν ἀποδίδονται μὲν τοὺς ἀγρούς, ἀποδίδονται δὲ τὰς οἰκίας, τῶν δὲ ἀνδραπόδων τὰ μὲν ἀποδέδρακε σφᾶς, τὰ δὲ πέπραται, καὶ οὐδὲ τοῖς γονεῦσιν οἱ πολλοὶ ἐναγίζουσιν, ἀπέδοντο γὰρ καὶ τοὺς τάφους· ὥστε τὸ κακόν, ὃ ἠπείλει τοῖς Θετταλοῖς ἐκ θαλάττης ὁ Ἀχιλλεὺς δώσειν, ξένε, τοῦτο ἡγώμεθα. οὐλομένην, ἀμπελουργέ, μῆνιν λέγεις καὶ δυσίατον. ἀλλά μοι εἰπέ, τί περὶ τῆς ἐν τῷ Πόντῳ νήσου θαυμάσιον ὁ Πρωτεσίλεως οἶδεν· ἐκεῖ γάρ που αὐτῷ ξυγγίγνεται. ἐκεῖ, ξένε, καὶ λέγει περὶ αὐτῆς τοιαῦτα, ὡς νῆσος μὲν εἴη μία τῶν ἐν τῷ Πόντῳ πρὸς τῇ ἀξένῳ πλευρᾷ μᾶλλον, ἣν τίθενται ἀριστερὰν οἱ τὸ στόμα τοῦ Πόντου ἐσπλέοντες, ἐπέχοι δὲ στάδια μῆκος μὲν τριάκοντα, εὖρος δὲ οὐ πλείω τεττάρων, δένδρα τε ἐν αὐτῇ πεφύκοι λεῦκαί τε καὶ πτελέαι, τὰ μὲν ἄλλα ὡς ἔτυχε, τὰ δὲ περὶ τὸ ἱερὸν ἐν κόσμῳ ἤδη. τὸ δὲ ἱερὸν ἵδρυται μὲν πρὸς τῇ Μαιώτιδι —ἡ δὲ ἴση τῷ Πόντῳ ἐς αὐτὸν βάλλει —τὰ δὲ ἐν αὐτῷ ἀγάλματα Ἀχιλλεύς τε καὶ Ἑλένη ὑπὸ Μοιρῶν ξυναρμοσθέντες. κειμένου γὰρ δὴ ἐν ὀφθαλμοῖς τοῦ ἐρᾶν καὶ ποιητῶν τὸν ἔρωτα ἀπὸ τούτου ᾀδόντων πρῶτοι Ἀχιλλεύς τε καὶ Ἑλένη μηδὲ ὀφθέντες ἀλλήλοις, ἀλλʼ ἡ μὲν κατʼ Αἴγυπτον, ὁ δὲ ἐν Ἰλίῳ ὄντες ἐρᾶν ἀλλήλων ὥρμησαν γένεσιν ἱμέρου ὦτα εὑρόντες.