Ancient Greek
Book 2
Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον 2.23
Not analysed yet
τοιαῦτα σπουδάζοντι τῷ ἀνδρὶ ἐφίστανται παρὰ τοῦ βασιλέως ἄγγελοι καὶ ἑρμηνεύς, ὡς ποιοῖτο αὐτὸν ὁ βασιλεὺς ξένον ἐς τρεῖς ἡμέρας, μὴ γὰρ πλειόνων νενομίσθαι τοὺς ξένους ἐνομιλεῖν τῇ πόλει, καὶ ἡγοῦντο αὐτῷ ἐς τὰ βασίλεια. ἡ πόλις δʼ ὡς μὲν ἔχει τοῦ τείχους, εἴρηκα, φασὶ δʼ ὡς ἀτάκτως τε καὶ Ἀττικῶς τοὺς στενωποὺς τέτμηται κατεσκεύασταί τε οἰκίαις, εἰ μὲν ἔξωθεν ὁρῴη τις αὐτάς, ἕνα ἐχούσαις ὄροφον, εἰ δʼ ἔσω παρέλθοι τις, ὑπογείοις ἤδη καὶ παρεχομέναις ἴσα τοῖς ἄνω τὰ ὑπὸ τῇ γῇ.