Ancient Greek
Book 2
Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον 2.24
Not analysed yet
ἱερὸν δὲ ἰδεῖν Ἡλίου φασίν, ᾧ ἀνεῖτο Αἴας ἐλέφας, καὶ ἀγάλματα Ἀλεξάνδρου χρυσᾶ καὶ Πώρου ἕτερα, χαλκοῦ δʼ ἦν ταῦτα μέλανος. οἱ δὲ τοῦ ἱεροῦ τοῖχοι, πυρσαῖς λίθοις ὑπαστράπτει χρυσὸς αὐγὴν ἐκδιδοὺς ἐοικυῖαν ἀκτῖνι. τὸ δὲ ἕδος αὐτὸ μαργαρίτιδος ξύγκειται ξυμβολικὸν τρόπον, ᾧ βάρβαροι πάντες ἐς τὰ ἱερὰ χρῶνται.