Ancient Greek
Book 2
Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον 2.25
Not analysed yet
περὶ δὲ τὰ βασίλεια οὔτε ὄγκον ἰδεῖν φασιν οἰκοδομημάτων, οὔτε δορυφόρους ἢ φύλακας, ἀλλʼ οἷα περὶ τὰς τῶν λαμπρῶν οἰκίας, ὀλίγους οἰκέτας καὶ διαλεχθῆναι τῷ βασιλεῖ δεομένους τρεῖς, οἶμαι, ἢ τέτταρας καὶ τὸν κόσμον τοῦτον ἀγασθῆναι μᾶλλον ἢ τὰ ἐν Βαβυλῶνι φλεγμαίνοντα, καὶ πολλῷ πλέον ἔσω παρελθόντες· καὶ γὰρ τοὺς ἀνδρῶνας καὶ τὰς στοὰς καὶ τὴν αὐλὴν πᾶσαν κεκολάσθαι φασίν.