Ancient Greek
Book 3
Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον 3.12
Not analysed yet
προσδραμόντα δὲ τῷ Ἀπολλωνίῳ φωνῇ Ἑλλάδι προσειπεῖν αὐτόν, καὶ τοῦτο μὲν οὔπω θαυμαστὸν δόξαι διὰ τὸ καὶ τοὺς ἐν τῇ κώμῃ πάντας ἀπὸ Ἑλλήνων φθέγγεσθαι, τὸ δὲ ὁ δεῖνα χαῖρε τοῖς μὲν ἄλλοις παρασχεῖν ἔκπληξιν, τῷ δὲ ἀνδρὶ θάρσος ὑπὲρ ὧν ἀφῖκτο, βλέψας γὰρ ἐς τὸν Δάμιν, παρὰ ἄνδρας ἔφη σοφοὺς ἀτεχνῶς ἥκομεν, ἐοίκασι γὰρ προγιγνώσκειν. καὶ ἅμα ἤρετο τὸν Ἰνδόν, ὅ τι χρὴ πράττειν, ποθῶν ἤδη τὴν ξυνουσίαν, ὁ δὲ Ἰνδὸς τούτους μὲν ἔφη καταλύειν χρὴ ἐνταῦθα, σὲ δὲ ἥκειν ὡς ἔχεις, κελεύουσι γὰρ αὐτοί.