Ancient Greek
Book 3
Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον 3.11
Not analysed yet
καταλύσειν δὲ μέλλοντες ἐν τῇ κώμῃ τῇ πλησίον —ἀπέχει δὲ τοῦ ὄχθου τῶν σοφῶν οὔπω στάδιον —ἰδεῖν φασι νεανίαν δρόμῳ ἥκοντα μελάντατον Ἰνδῶν πάντων, ὑποστίλβειν δὲ αὐτῷ μηνοειδῶς τὸ μεσόφρυον. τουτὶ δὲ ἀκούω χρόνοις ὕστερον καὶ περὶ Μένωνα τὸν Ἡρώδου τοῦ σοφιστοῦ τρόφιμον, ἀπʼ Αἰθιόπων δὲ ἦν, ἐν μειρακίῳ δόξαι, προϊόντος δὲ ἐς ἄνδρας ἐκλιπεῖν τὴν αὐγὴν ταύτην καὶ συναφανισθῆναι τῇ ὥρᾳ, τὸν δὲ Ἰνδὸν χρυσῆν μὲν φέρειν φασὶν ἄγκυραν, ἣν νομίζουσιν Ἰνδοὶ κηρύκειον ἐπὶ τῷ πάντα ἴσχειν.