Ancient Greek
Book 3
Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον 3.2
Not analysed yet
καὶ τοὺς ὄνους δὲ τοὺς ἀγρίους ἐν τοῖς ἕλεσι τούτοις ἁλίσκεσθαί φασιν, εἶναι δὲ τοῖς θηρίοις τούτοις ἐπὶ μετώπου κέρας, ᾧ ταυρηδόν τε καὶ οὐκ ἀγεννῶς μάχονται, καὶ ἀποφαίνειν τοὺς Ἰνδοὺς ἔκπωμα τὸ κέρας τοῦτο, οὐ γὰρ οὔτε νοσῆσαι τὴν ἡμέραν ἐκείνην ὁ ἀπʼ αὐτοῦ πιὼν οὔτε ἂν τρωθεὶς ἀλγῆσαι πυρός τε διεξελθεῖν ἂν καὶ μηδʼ ἂν φαρμάκοις ἁλῶναι ὁπόσα ἐπὶ κακῷ πίνεται, βασιλέων δὲ τὸ ἔκπωμα εἶναι καὶ βασιλεῖ μόνῳ ἀνεῖσθαι τὴν θήραν. Ἀπολλώνιος δὲ τὸ μὲν θηρίον ἑωρακέναι φησὶ καὶ ἄγασθαι αὐτὸ τῆς φύσεως, ἐρομένου δὲ αὐτὸν τοῦ Δάμιδος, εἰ τὸν λόγον τὸν περὶ τοῦ ἐκπώματος προσδέχοιτο, προσδέξομαι εἶπεν ἢν ἀθάνατον μάθω τὸν βασιλέα τῶν δεῦρο Ἰνδῶν ὄντα, τὸν γὰρ ἐμοί τε καὶ τῷ δεῖνι ὀρέγοντα πῶμα ἄνοσόν τε καὶ οὕτως ὑγιὲς πῶς οὐχὶ μᾶλλον εἰκὸς αὐτὸν ἐπεγχεῖν ἑαυτῷ τούτου καὶ ὁσημέραι πίνειν ἀπὸ τοῦ κέρατος τούτου μέχρι κραιπάλης; οὐ γὰρ διαβαλεῖ τις, οἶμαι, ʽτὂ τούτῳ μεθύειν.