Ancient Greek
Book 3
Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον 3.3
Not analysed yet
ἐνταῦθα καὶ γυναίῳ φασὶν ἐντετυχηκέναι τὰ μὲν ἐκ κεφαλῆς ἐς μαζοὺς μέλανι, τὰ δὲ ἐκ μαζῶν ἐς πόδας λευκῷ πάντα, καὶ αὐτοὶ μὲν ὡς δεῖμα φυγεῖν, τὸν δὲ Ἀπολλώνιον ξυνάψαι τε τῷ γυναίῳ τὴν χεῖρα καὶ ξυνεῖναι ὅ τι εἴη· ἱεροῦται δὲ ἄρα τῇ Ἀφροδίτῃ Ἰνδὴ τοιαύτη, καὶ τίκτεται τῇ θεῷ γυνὴ ποικίλη, καθάπερ ὁ Ἆπις Αἰγυπτίοις.