Ancient Greek
Book 3
Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον 3.54
Not analysed yet
κατασχεῖν δέ φασι καὶ ἐς Πηγάδας τῆς τῶν Ὠρειτῶν χώρας, οἱ δὲ Ὠρεῖται, χαλκαῖ μὲν αὐτοῖς αἱ πέτραι, χαλκῆ δὲ ἡ ψάμμος, χαλκοῦν δὲ ψῆγμα οἱ ποταμοὶ ἄγουσι. χρυσῖτιν δὲ ἡγοῦνται τὴν γῆν διὰ τὴν εὐγένειαν τοῦ χαλκοῦ.