Ancient Greek
Book 3
Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον 3.55
Not analysed yet
φασὶ δὲ καὶ τοῖς Ἰχθυοφάγοις ἐντυχεῖν, οἷς πόλιν εἶναι Στόβηρα, διφθέρας δὲ τούτους ἐνῆφθαι μεγίστων ἰχθύων, καὶ τὰ πρόβατα τὰ ἐκείνῃ ἰχθυώδη εἶναι καὶ φαγεῖν ἄτοπα, τοὺς γὰρ ποιμένας βόσκειν αὐτὰ τοῖς ἰχθύσιν, ὥσπερ ἐν Καρίᾳ τοῖς σύκοις. Καρμανοὶ δὲ Ἰνδοὶ γένος ἥμερον εὔιχθυν οὕτω νέμονται θάλατταν, ὡς μηδʼ ἀποθέτους ποιεῖσθαι τοὺς ἰχθῦς, μηδέ, ὥσπερ ὁ Πόντος, ταριχεύειν, ἀλλʼ ὀλίγους μὲν αὐτῶν ἀποδίδοσθαι, τοὺς δὲ πολλοὺς ἀσπαίροντας ἀποδιδόναι τῇ θαλάττῃ.