Ancient Greek
Book 3
Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον 3.56
Not analysed yet
προσπλεῦσαί φασι καὶ Βαλάροις, ἐμπόριον δὲ εἶναι τὰ Βάλαρα μεστὸν μυρρινῶν τε καὶ φοινίκων καὶ δάφνας ἐν αὐτῷ ἰδεῖν καὶ πηγαῖς διαρρεῖσθαι τὸ χωρίον. κῆποι δὲ ὁπόσοι τρωκτοὶ καὶ ὁπόσοι ἀνθέων κῆποι, βρύειν αὐτὸ καὶ λιμένας μεστοὺς γαλήνης ἐν αὐτῷ εἶναι. προκεῖσθαι δὲ τοῦ χωρίου τούτου νῆσον ἱεράν, ἣν καλεῖσθαι Σέληρα καὶ στάδια μὲν ἑκατὸν εἶναι τῷ πορθμῷ, νηρηίδα δὲ οἰκεῖν ἐν αὐτῇ δεινὴν δαίμονα, πολλοὺς γὰρ τῶν πλεόντων ἁρπάζειν καὶ μηδὲ ταῖς ναυσὶ ξυγχωρεῖν πεῖσμα ἐκ τῆς νήσου βάλλεσθαι.