Ancient Greek
Book 3
Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον 3.9
Not analysed yet
τὴν δὲ πόλιν τὴν ὑπὸ τῷ ὄρει μεγίστην οὖσαν φασὶ μὲν καλεῖσθαι Πάρακα, δρακόντων δὲ ἀνακεῖσθαι κεφαλὰς ἐν μέσῃ πλείστας γυμναζομένων τῶν ἐν ἐκείνῃ Ἰνδῶν τὴν θήραν ταύτην ἐκ νέων. λέγονται δὲ καὶ ζῴων ξυνιέναι φθεγγομένων τε καὶ βουλευομένων σιτούμενοι δράκοντος οἱ μὲν καρδίαν, οἱ δὲ ἧπαρ. προϊόντες δὲ αὐλοῦ μὲν ἀκοῦσαι δόξαι νομέως δή τινος ἀγέλην τάττοντος, ἐλάφους δὲ ἄρα βουκολεῖσθαι λευκάς, ἀμέλγουσι δὲ Ἰνδοὶ ταύτας εὐτραφὲς ἡγούμενοι τὸ ἀπʼ αὐτῶν γάλα.