Ancient Greek
Book 3
Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον 3.10
Not analysed yet
ἐντεῦθεν ἡμερῶν τεττάρων ὁδὸν πορευόμενοι δι’ εὐδαίμονος καὶ ἐνεργοῦ τῆς χώρας προσελθεῖν φασι τῇ τῶν σοφῶν τύρσει. τὸν δὲ ἡγεμόνα κελεύσαντα συνοκλάσαι τὴν κάμηλον ἀποπηδῆσαι αὐτῆς περιδεᾶ καὶ ἱδρῶτος πλέων. τὸν δὲ Ἀπολλώνιον ξυνεῖναι μὲν οὗ ἥκοι, γελάσαντα δὲ ἐπὶ τῷ τοῦ Ἰνδοῦ δέει δοκεῖ μοι φάναι οὗτος, εἰ καὶ κατέπλευσεν ἐς λιμένα μακρόν τι ἀναμετρήσας πέλαγος, ἀχθεσθῆναι ἂν τῇ γῇ καὶ δεῖσαι τὸ ἐν ὅρμῳ εἶναι. καὶ ἅμα εἰπὼν ταῦτα προσέταξε τῇ καμήλῳ συνιζῆσαι, καὶ γὰρ δὴ καὶ ἐθὰς λοιπὸν ἦν τῶν τοιούτων, περίφοβον δὲ ἄρα ἐποίει τὸν ἡγεμόνα τὸ πλησίον τῶν σοφῶν ἥκειν, Ἰνδοὶ γὰρ δεδίασι τούτους μᾶλλον ἢ τὸν σφῶν αὐτῶν βασιλέα, ὅτι καὶ βασιλεὺς αὐτός, ὑφʼ ᾧ ἐστιν ἡ χώρα, περὶ πάντων, ἃ λεκτέα τε αὐτῷ καὶ πρακτέα, ἐρωτᾷ τούσδε τοὺς ἄνδρας, ὥσπερ οἱ ἐς θεοῦ πέμποντες, οἱ δὲ σημαίνουσι μέν, ὅ τι λῷον, αὐτῷ πράττειν, ὅ τι δὲ μὴ λῷον, ἀπαγορεύουσί τε καὶ ἀποσημαίνουσι.