Ancient Greek
Book 4
Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον 4.5
Not analysed yet
Ἀφικνουμένῳ δὲ αὐτῷ ἐς τὴν Σμύρναν προσαπήντων μὲν οἱ Ἴωνες, καὶ γὰρ ἔτυχον Πανιώνια θύοντες, ἀναγνοὺς δὲ καὶ ψήφισμα Ἰωνικόν, ἐν ᾧ ἐδέοντο αὐτοῦ κοινωνῆσαί σφισι τοῦ ξυλλόγου, καὶ ὀνόματι προστυχὼν ἥκιστα Ἰωνικῷ, Λούκουλλος γάρ τις ἐπεγέγραπτο τῇ γνώμῃ, πέμπει ἐπιστολὴν ἐς τὸ κοινὸν αὐτῶν ἐπίπληξιν ποιούμενος περὶ τοῦ βαρβαρισμοῦ τούτου· καὶ γὰρ δὴ καὶ Φαβρίκιον καὶ τοιούτους ἑτέρους ἐν τοῖς ἐψηφισμένοις εὗρεν. ὡς μὲν οὖν ἐρρωμένως ἐπέπληξε, δηλοῖ ἡ περὶ τούτου ἐπιστολή.