Ancient Greek
Book 4
Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον 4.6
Not analysed yet
παρελθὼν δὲ ἐπʼ ἄλλης ἡμέρας ἐς τοὺς Ἴωνας, τίς ἔφη ὁ κρατὴρ οὗτος; οἱ δὲ ἔφασαν Πανιώνιος. ἀρυσάμενος οὖν καὶ σπείσας, ὦ θεοί, εἶπεν Ἰώνων ἡγεμόνες, δοίητε τῇ καλῇ ἀποικίᾳ ταύτῃ θαλάττῃ ἀσφαλεῖ χρῆσθαι καὶ μηδὲν τῇ γῇ κακὸν ἐξ αὐτῆς προσκωμάσαι, μηδʼ Αἰγαίωνα σεισίχθονα τινάξαι ποτὲ τὰς πόλεις. τοιαῦτα ἐπεθείαζε προορῶν, οἶμαι, τὰ χρόνοις ὕστερον περί τε Σμύρναν περί τε Μίλητον περί τε Χίον καὶ Σάμον καὶ πολλὰς τῶν Ἰάδων ξυμβάντα.