Ancient Greek
Book 5
Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον 5.3
Not analysed yet
ἡμέρα δʼ ἐκδέχεται νύκτα καὶ νὺξ τὴν ἡμέραν περὶ Κελτοὺς μὲν κατʼ ὀλίγον ὑπαπιόντος τοῦ σκότους ἢ τοῦ φωτός, ὥσπερ ἐνταῦθα, περὶ Γάδειρα δὲ καὶ Στήλας ἀθρόως λέγονται τοῖς ὀφθαλμοῖς ἐμπίπτειν, ὥσπερ αἱ ἀστραπαί. φασὶ δὲ καὶ τὰς Μακάρων νήσους ὁρίζεσθαι τῷ Λιβυκῷ τέρματι πρὸς τὸ ἀοίκητον ἀνεχούσας ἀκρωτήριον.