Ancient Greek
Book 5
Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον 5.4
Not analysed yet
τὰ δὲ Γάδειρα κεῖται μὲν κατὰ τὸ τῆς Εὐρώπης τέρμα, περιττοὶ δέ εἰσι τὰ θεῖα· γήρως οὖν βωμὸν ἵδρυνται καὶ τὸν θάνατον μόνοι ἀνθρώπων παιωνίζονται, βωμοὶ δὲ ἐκεῖ καὶ πενίας καὶ τέχνης καὶ Ἡρακλέους Αἰγυπτίου καὶ ἕτεροι τοῦ Θηβαίου· τὸν μὲν γὰρ ἐπὶ τὴν ἐγγὺς Ἐρύθειαν ἐλάσαι φασίν, ὅτε δὴ τὸν Γηρυόνην τε καὶ τὰς βοῦς ἑλεῖν, τὸν δὲ σοφίᾳ δόντα γῆν ἀναμετρήσασθαι πᾶσαν ἐς τέρμα. καὶ μὴν καὶ Ἑλληνικοὺς εἶναί φασι τὰ Γάδειρα καὶ παιδεύεσθαι τὸν ἡμεδαπὸν τρόπον· ἀσπάζεσθαι γοῦν Ἀθηναίους Ἑλλήνων μάλιστα καὶ Μενεσθεῖ τῷ Ἀθηναίῳ θύειν καὶ Θεμιστοκλέα δὲ τὸν ναύμαχον σοφίας τε καὶ ἀνδρείας ἀγασθέντες χαλκοῦν ἵδρυνται ἐννοῦν καὶ ὥσπερ χρησμῷ ἐφιστάντα.