Ancient Greek
Book 5
Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον 5.39
Not analysed yet
τὰ μὲν δὴ τῆς διαφορᾶς, ἣ Ἀπολλωνίῳ τε καὶ Εὐφράτῃ ἐγένετο, τοιάδε εὗρον, ἐξελάσαντος δὲ τοῦ βασιλέως καθήπτοντο ἀλλήλων ἐς τὸ φανερόν, ὁ μὲν Εὐφράτης ξὺν ὀργῇ τε καὶ λοιδορίαις, ὁ δʼ αὖ φιλοσόφως καὶ ξὺν ἐλέγχῳ μᾶλλον. ὁπόσα μὲν δὴ Εὐφράτου κατηγόρηκεν, ὡς παρὰ τὸ πρέπον φιλοσοφίᾳ πράττοντος, ἔξεστιν Ἀπολλωνίου μαθεῖν ἐκ τῶν πρὸς αὐτὸν ἐπιστολῶν, πλείους γάρ, ἐμοὶ δὲ ἀφεκτέα τοῦ ἀνδρός, οὐ γὰρ ἐκεῖνον διαβαλεῖν προὐθέμην, ἀλλὰ παραδοῦναι τὸν Ἀπολλωνίου βίον τοῖς μήπω εἰδόσι. τὸ μέντοι περὶ τοῦ ξύλου λεγόμενον, λέγεται δὲ ἐπανατείνασθαι μὲν αὐτὸ διαλεγομένῳ τῷ Ἀπολλωνίῳ, μὴ καθικέσθαι δέ, οἱ μὲν πολλοὶ δεινότητι τοῦ πεπληξομένου προσγράφουσιν, ἐγὼ δὲ λογισμῷ τοῦ πλήξοντος, διʼ ὃν ἐγένετο κρείττων ὀργῆς νενικηκυίας ἤδη.