Ancient Greek
Book 5
Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον 5.40
Not analysed yet
ἡ δὲ τοῦ Δίωνος φιλοσοφία ῥητορικωτέρα τῷ Ἀπολλωνίῳ ἐφαίνετο καὶ ἐς τὸ εὐφραῖνον κατεσκευασμένη μᾶλλον, ὅθεν διορθούμενος αὐτόν φησιν αὐλῷ καὶ λύρᾳ μᾶλλον ἢ λόγῳ θέλγε, καὶ πολλαχοῦ τῶν πρὸς Δίωνα ἐπιστολῶν ἐπιπλήττει τῇ δημαγωγίᾳ ταύτῃ.