Ancient Greek
Book 7
Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον 7.5
Not analysed yet
τραγῳδίας δὲ ὑποκριτοῦ παρελθόντος ἐς τὴν Ἔφεσον ἐπὶ τῇ Ἰνοῖ τῷ δράματι καὶ ἀκροωμένου τοῦ τῆς Ἀσίας ἄρχοντος, ὃς καίτοι νέος ὢν φανερὸς ἐν ὑπάτοις ἀτολμότερον ὑπὲρ τούτων διενοεῖτο, ὁ μὲν ὑποκριτὴς ἐπέραινεν ἤδη τὰ ἰαμβεῖα, ἐν οἷς ὁ Εὐριπίδης διὰ μακρῶν αὐξηθέντας τοὺς τυράννους ἁλίσκεσθαί φησιν ὑπὸ μικρῶν, ἀναπηδήσας δὲ ὁ Ἀπολλώνιος ἀλλʼ ὁ δειλὸς ἔφη οὗτος οὔτε Εὐριπίδου ξυνίησιν οὔτε ἐμοῦ.