Ancient Greek
Book 7
Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον 7.6
Not analysed yet
καὶ μὴν καὶ λόγου ἀφικομένου, ὡς λαμπρὰν κάθαρσιν εἴη Δομετιανὸς πεποιημένος τῆς Ῥωμαίων Ἑστίας, ἐπειδὴ τρεῖς τῶν Ἑστιάδων ἀπέκτεινεν ἐπʼ αἰτίᾳ τῆς ζώνης καὶ τῷ μὴ καθαρεῦσαι γάμων, ἃς ἁγνῶς τὴν Ἰλιάδα Ἀθηνᾶν καὶ τὸ ἐκεῖ πῦρ θεραπεύειν ἔδει, εἰ γὰρ καὶ σὺ ἔφη καθαρθείης, Ἥλιε, τῶν ἀδίκων φόνων, ὧν πᾶσα ἡ οἰκουμένη μεστὴ νῦν. καὶ οὐδὲ ἰδίᾳ ταῦτα, ὥσπερ οἱ δειλοί, ἀλλʼ ἐν τῷ ὁμίλῳ καὶ ἐς πάντας ἐκήρυττέ τε καὶ ηὔχετο.