Ancient Greek
Book 7
Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον 7.7
Not analysed yet
ἐπεὶ δὲ Σαβῖνον ἀπεκτονὼς ἕνα τῶν ἑαυτοῦ ξυγγενῶν Ἰουλίαν ἤγετο, ἡ δὲ Ἰουλία γυνὴ μὲν ἦν τοῦ πεφονευμένου, Δομετιανοῦ δὲ ἀδελφιδῆ, μία τῶν Τίτου θυγατέρων, ἔθυε μὲν ἡ Ἔφεσος τοὺς γάμους, ἐπιστὰς δὲ τοῖς ἱεροῖς ὁ Ἀπολλώνιος ὦ νὺξ ἔφη τῶν πάλαι Δαναΐδων, ὡς μία ἦσθα. καὶ μὴν καὶ τὰ ἐν τῇ Ῥώμῃ ὧδε αὐτῷ ἐπράττετο·