Ancient Greek
Book 8
Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον 8.10
Not analysed yet
οὕτω τὸν τύραννον διαθεὶς καὶ παίγνιον τῆς ἑαυτοῦ φιλοσοφίας ἀποφήνας τὸν Ἕλλησί τε καὶ βαρβάροις φοβερὸν πᾶσι πρὸ μεσημβρίας μὲν ἀπῆλθε τοῦ δικαστηρίου, περὶ δείλην δʼ ἐν Δικαιαρχίᾳ ἐφάνη Δημητρίῳ τε καὶ Δάμιδι, καὶ τοῦτʼ ἄρʼ ἦν τὸ παρακελεύσασθαι αὐτὸν τῷ Δάμιδι μὴ περιμείναντι τὴν ἀπολογίαν πεζεῦσαι ἐς Δικαιαρχίαν· τὰ μὲν γὰρ βεβουλευμένα οὐ προὔλεγε, τὸν δʼ ἑαυτῷ ἐπιτηδειότατον ἐκέλευε πράττειν, ἃ τοῖς βεβουλευμένοις εἵπετο.