Ancient Greek
Book 8
Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον 8.9
Not analysed yet
ἠκροᾶτο μὲν γὰρ ἑτέρας ἐπʼ ἐκείνῃ δίκης, πόλις δʼ ἦν ἀγωνιζομένη πρὸς ἄνδρα ὑπὲρ διαθηκῶν, οἶμαι, διέφευγον δʼ αὐτὸν οὐ μόνον τὰ τῶν δικαζομένων ὀνόματα, ἀλλὰ καὶ ὁ νοῦς τῆς δίκης, ἀνόητοι μὲν γὰρ αἱ ἐρωτήσεις ἦσαν, αἱ δʼ ἀποκρίσεις οὐδʼ ὑπὲρ ὧν ἡ κρίσις· ἃ σφόδρα ἤλεγχε τὸν τύραννον, ὡς ἐξεπέπληκτό τε καὶ ἠπόρει διʼ αὐτὸ μάλιστα τὸ πεπεῖσθαι πρὸς τῶν κολακευόντων, ὅτι μηδὲν ἂν διαφύγοι αὐτόν.