Ancient Greek
Book 8
Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον 8.20
Not analysed yet
ἀνάκειται τὸ βιβλίον τοῦτο ἐν Ἀνθίῳ καὶ σπουδάζεται διὰ τὴν αἰτίαν, τὸ δὲ Ἄνθιον Ἰταλῶν τῶν ἐπὶ θαλάττῃ. ταῦτα μὲν δὴ καὶ τῶν Λεβάδειαν οἰκούντων ξυγχωρῶ ἀκροᾶσθαι, περὶ δὲ τοῦ βιβλίου τούτου γνώμη ἀποπεφάνθω μοι, διακομισθῆναι μὲν αὐτὸ βασιλεῖ Ἀδριανῷ ὕστερον, ὅτε δὴ καί τινας τῶν τοῦ Ἀπολλωνίου ἐπιστολῶν, οὐ γὰρ δὴ πάσας γε, καταμεῖναι δὲ ἐς τὰ βασίλεια τὰ ἐν τῷ Ἀνθίῳ, οἷς μάλιστα δὴ τῶν περὶ τὴν Ἰταλίαν βασιλείων ἔχαιρεν.