Ancient Greek
Book 8
Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον 8.21
Not analysed yet
ἀφίκοντο δʼ αὐτῷ κἀξ Ἰωνίας οἱ ὁμιληταὶ πάντες, οὓς ὠνόμαζεν Ἀπολλωνιείους ἡ Ἑλλάς, καὶ ξυμμιχθέντες τοῖς αὐτόθεν νεότης ἐγένοντο θαυμάσαι ἄξιοι τοῦ πλήθους καὶ τῆς ἐς τὸ φιλοσοφεῖν ὁρμῆς. ῥητορικὴ μὲν γὰρ ἀπέκειτο ἀμελουμένη καὶ σμικρὰ προσεῖχον τοῖς τὴν τέχνην ξυγκροτοῦσιν, ὡς μόνης διδασκάλου τῆς γλώττης, ὠθίζοντο δὲ ἐπὶ τὴν ἐκείνου φιλοσοφίαν πάντες. ὁ δʼ, ὥσπερ τοὺς Γύγας φασὶ καὶ τοὺς Κροίσους ἀκλείστους παρέχειν τὰς τῶν θησαυρῶν θύρας, ἵνʼ ἀπαντλεῖν εἴη τοῖς δεομένοις, οὕτω παρεῖχε τὴν ἑαυτοῦ σοφίαν τοῖς ἐρῶσι, περὶ παντὸς ἐρωτᾶν ξυγχωρῶν.