Ancient Greek
Book 8
Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον 8.8
Not analysed yet
ὧδε μὲν δὴ τῷ ἀνδρὶ τὰ ἐκ παρασκευῆς εἶχεν, ἐπὶ τελευτῇ δʼ εὗρον τοῦ λόγου τὰ τελευταῖα τοῦ προτέρου τὸ οὐ γάρ με κτενέεις, ἐπεὶ οὔτοι μόρσιμός εἰμι, καὶ τὰ πρὸ τούτου ἔτι, ἀφʼ ὧν τοῦτο. ἐπεὶ δὲ ἀπῆλθε τοῦ δικαστηρίου δαιμόνιόν τε καὶ οὐ ῥᾴδιον εἰπεῖν τρόπον, οὐκ ἔπαθεν ὁ τύραννος, ὅπερ οἱ πολλοὶ ᾤοντο· οἱ μὲν γὰρ ᾤοντο αὐτὸν σχέτλια ὑπὲρ τούτου βοήσεσθαι καὶ δίωξιν ποιήσεσθαι τοῦ ἀνδρὸς κηρύξειν τε ἐς τὴν αὑτοῦ πᾶσαν, μηδαμοῦ παριτητέα εἶναί οἱ, ὁ δʼ οὐδὲν τούτων, ὥσπερ ἀγωνιζόμενος πρὸς τὴν τῶν πολλῶν δόξαν ἢ ξυνιεὶς λοιπόν, ὅτι μηδὲν ἐπὶ τὸν ἄνδρα οἱ αὔταρκες. εἰ δʼ ὑπερεώρα, ξυμβαλώμεθα τοῖς ἐφεξῆς, φανείη γὰρ ἂν ξυνταραχθεὶς μᾶλλον ἢ καταφρονήσας·